Thesaurus on the Holy Trinity · §logos-11-rem-early

Logos 11 rem early

Rem early: sort economic ‘greater’.

Greek

Μαρτυρεῖ δὲ πάλιν ἡ θεία Γραφὴ περὶ αὐτοῦ ὅτι Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Πῶς οὖν ἔσται καὶ ἴσος, καὶ μείζονα ἕξει τὸν Πατέρα, ζητητέον ἀκριβῶς· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτά ἐστιν. Ἐπειδὴ δὲ δοκιμάζειν εὐσεβῶς πρόκειται τὰ ῥητὰ, οὔτε τὸ ἴσον ἐκβαλοῦμεν διὰ τὸ μεῖζον, οὔτε μὴν τὸ μεῖζον διὰ τὸ ἴσον ἀναιρήσομεν· κρατήσει δ' ἀμφότερα θεωρίας εὐσεβῶς εἰσφερομένης ἐπ' αὐτοῖς. Οὐκοῦν ἁπλῆ τις οὖσα καὶ ἀσύνθετος ἡ τῆς θεότητος φύσις, οὐκ ἂν ἐτμήθη ποτὲ ταῖς ἐπινοίαις εἰς δυάδα Πατρὸς καὶ Υἱοῦ, εἰ μή τις εὐδόκει προκεῖσθαι διαφορὰ, οὐ κατὰ τὴν οὐσίαν φημὶ, ἀλλ' ἔξωθεν ἐπινοουμένη, δι' ἧς τὸ ἑκατέρου πρόσωπον εἰσφέρεται ἐν ἰδιαζούσῃ μὲν ὑποστάσει κείμενον, εἰς ἑνότητα δὲ θεότητος διὰ ταυτότητος φυσικῆς σφιγγόμενον, ἵνα μή τις ἀνάχυσις καὶ οἱονεὶ φυρμὸς γένηται Πατρὸς καὶ Υἱοῦ, εἰς μόνην ἑνάδα τρεχούσης τῆς ὑποστάσεως, τῆς πολλῆς λίαν ὁμοιότητος οὐκ ἐώσης φαίνεσθαι δυάδα· ὡς ἐντεῦθεν ἤδη καὶ τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν ὑπονοεῖσθαι παρά τισιν εἰς δυάδα μηδαμόθεν χωριζομένους. Ἐπειδὴ δὲ ἐχρῆν εἰδέναι καὶ τὴν γεννήσασαν φύσιν καὶ τὴν γεννηθεῖσαν ἐξ αὐτῆς, τέθεικεν ἡ θεία Γραφὴ τὸ τοῦ Πατρὸς ὄνομα καὶ τὸ τοῦ Υἱοῦ, ἵνα φῶς ἐκ φωτὸς νοῆται, καὶ ἑκάτερον ἐν ἰδίᾳ ὑποστάσει σωζομένης ἐπ' ἀμφοῖν τῆς ταυτότητος πρὸς τὸν ἕτερον. Ἀκολουθοῦσα δὲ πάλιν τῇ καθ' ἡμᾶς συνηθείᾳ, τὸ μείζονα ἀποδίδωσι τῷ Πατρὶ, ἵνα πανταχόθεν ἡ δυὰς καὶ τὸ ἐξ οὗ σημαίνηται· προσμαρτυρεῖ δὲ τὸ ἴσον, ἵνα μή τις πε

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.