Logos 18 rem close CLOSEOUT
Rem CLOSEOUT: making ≠ begetting. LOGOS XVIII CLOSEOUT.
Greek
εν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ' ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ' αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ' ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ' ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ' αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸν ἄλλως, καὶ κτίζειν ἑτέρως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ τῷ γεννᾷν ταυτόν ἐστι τὸ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν, ἐνεργείας ἐστὶ, φύσεως δὲ τὸ γεννᾷν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν· οὐκ ἄρα τῶ γεννᾷν τὸ ποιεῖν ταυτὸν ἔσται. ΑΛΛΟ. Εἰ τῷ ποιεῖν δημιουργός τίς ἐστι, τῷ δὲ γεννᾷν πατὴρ, οὐκ ἂν εἴη ταυτὸν τὸ ποιεῖν τῷ γεννᾷν, εἴπερ ἕτερον μὲν ἔστι πατὴρ, δημιουργὸς δὲ ὁμοίως ἕτερον. Εἰ δὲ τῷ ποιεῖν ταυτόν ἐστι τὸ γεννᾷν, ὁ ποιῶν ἔσται καὶ πατήρ. Εἰ δὲ ἔστι ποιητὴς ὁ υἱὸς ἅμα τῷ πατρὶ, ὁ δὲ ποιῶν ἔστι καὶ πατὴρ, ἔσται καὶ αὐτὸς πατὴρ, ὅπερ ἄτοπον. ΑΛΛΟ. Εἰ ταυτόν ἐστι πατὴρ καὶ δημιουργὸς, ἐπεὶ καὶ τῷ γεννᾷν τὸ ποιεῖν ταυτὸν, ἔστι δὲ ἐνεργείας ὄνομα ὁ δημιουργὸς, καὶ τὸ πατὴρ εἰκότως ἐνεργείας, ἀλλ' οὐ σχέσεως ἂν εἴη· εἰ δὲ καὶ τοῦτο κἀκεῖνο ἐνεργείας ἐστὶ, κατὰ τὸν αὐτὸν χρόνον ἔσται γεννῶν καὶ ποιῶν ὁ Θεὸς, τῆς ἐνεργείας καὶ ἐν τῷ γεννᾷν καὶ ἐν τῷ κτίζειν οὐκ ἄλλως ἐχούσης.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.