Logos 18 rem mid
Rem mid: God begets as God.
Greek
' οὗτος μὲν νόμῳ φύσεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ' αὐτῶν ἀτιμάζεται. ΑΛΛΟ. Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεν νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ' αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπειδὴ ἀσύνθετος, καὶ τὸ ὁρᾷν τῷ γεννᾷν ταυτὸν ἂν εἴη παρ' αὐτῷ, ἵνα πάντη ἐν αὐτῷ τὸ ἀσύνθετον ᾖ. Εἰ δὲ μὴ ὄντα παρ' αὐτῷ ταῦτα ἀδιάφορα (οὐ γὰρ ὅπερ ὁρᾷ, τοῦτο πάντως καὶ τίκτει), τὸ ἁπλοῦν αὐτοῦ οὐ λυμαίνεται, οὐδὲ τὸ γεννᾷν δηλονότι αὐτὸν ἑτέρως καὶ κτίζειν ἄλλως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ παρ' οἷς τοῦ γεννᾷν τὸ κτίζειν ἕτερον, παρὰ τούτοις τὸ ἐξ ἑαυτῶν γεννᾷν, ἔξωθεν δὲ κτίζειν ὑπάρχει, παρ' ᾧ δὲ τὸ γεννᾷν τῷ κτίζειν ταυτὸν, τὸ ἔξωθεν κτίζειν οὐχ ὑπάρχει, ὡς οὐδὲ τὸ οἴκοθεν γεννᾷν. Εἰ δὲ τὸ ἔξωθεν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ' ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ' αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ' ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ' ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ' αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.