Logos 30 rem mid
Rem mid: solutions against creaturely readings.
Greek
δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκοῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, νοεῖν ἀκόλουθον τοιῶσδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι' οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πατρός. Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. ∆όξασόν με γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κατάστησον, ἐπειδή σου κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.