Logos 12 opening: I in the Father and the Father in me
Twelfth discourse. On “I am in the Father and the Father in me,” and “I and the Father are one.”
Mutual indwelling and unity are pressed against Arian unlikeness.
Greek
ΛΟΓΟΣ ΙΒ. Εἰς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον; Πρὸς τοῦτο λύσις. Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευασμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ' αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ' ὑμῖν ἀμαθῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐτοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα. Οἶμαι δ' αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατάληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμάτων ἐφαντάζεσθε, ἀλλ' ἀκολούθως τοῖς εἰρημένοις ἀκριβῶς ἐζητεῖτε, πῶς μὲν ὁ Υἱὸς ἐν Πατρὶ, πῶς δέ ἐστιν ὁ Πατὴρ ἐν Υἱῷ. Ὡς γὰρ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα καὶ ὁμοιότης, οὗτος ἐν ἐκείνῳ κἀκεῖνος ἐν τούτῳ φαίνεται. Ἐπειδὴ δέ φατε μηδὲν εἶναι θαυμαστὸν, εἰ καὶ ὁ Υἱός ἐστιν ἐν Πατρὶ, διὰ τὸ καὶ ἡμᾶς ἐν αὐτῷ κινεῖσθαι καὶ ζῇν, ἀναγκαῖον ὑμᾶς κἂν τούτῳ πολὺ πλανωμένους ἐπιδεῖξαι καὶ τῆς ἀληθείας ἐκβεβηκότας τὸν ὅρον. Οὐ γὰρ καθάπερ ἐν ἑκάστῳ τῶν ἁγίων γινόμενος ὁ Θεὸς ἁγιάζει τούτους, οὕτως ἐστὶ καὶ ἐν τῷ Χριστῷ.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.