Logos 8 opening: not like the will but like the Father
Eighth discourse. Against those who say the Son is like not the Father but the Father’s will.
Likeness to a will-as-instrument is rejected; the Son is like the Father himself.
Greek
ΛΟΓΟΣ Ηʹ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ ὅμοιός ἐστιν ὁ Υἱός. Πολλὴν ἄν τις εἰκότως ἀβουλίαν τῶν χριστομάχων καταψηφίσαιτο, ἢ λογιεῖται ὀρθῶς μαίνεσθαι, πιστεύων τοῖς τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιον εἶναι λέγουσι τὸν Υἱὸν, οὐκ αὐτῷ τῷ Πατρί· καίτοι τῆς θείας Γραφῆς οὐ τοῦτον ἐκφερούσης περὶ αὐτοῦ τὸν ὅρον, ἀλλ' οὐδὲ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὴν βούλησιν τοῦ Πατρός. Ἐχρῆν δέ γε τὸν εἰπόντα Χριστόν· Ἐγώ εἰμι ἡ ἀλήθεια, μὴ τῷ Πατρὶ κατὰ φύσιν ἑαυτὸν ἐξομοιοῦν, τῇ βουλήσει δὲ μᾶλλον αὐτοῦ, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοί φασιν. Ἀλλ' οὐδαμοῦ τὴν βούλησιν ὀνομάσας, εἰκόνα δὲ τοῦ Πατρὸς ἑαυτὸν προσειπὼν, δῆλος ἂν εἴη τὴν ἐκείνων ὑπόνοιαν ἀναιρῶν. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους· Ἡ βούλησις αὕτη τοῦ Πατρὸς, ἧς ὅμοιον εἶναί φατε τὸν Υἱὸν, πότερόν ποτε οὐσία τίς ἐστι, καὶ ὑπέστη αὐτὴ καθ' ἑαυτὴν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐσιώδη καὶ ὑποστατικὴν εἶναι δώσετε ταύτην, πῶς ἔτι μονογενὴς ὁ Υἱὸς, τρίτος ὢν ἐκ Πατρός; Φαίνεται γὰρ μεσολαβοῦσα τὴν γέννησιν αὐτοῦ βούλησίς τις ἐνυπόστατος καὶ ζῶσα, κατὰ τὴν ὑμετέραν πρότασιν. Εἰ δὲ τοῦτο παραιτούμενοι, οὐ καθ' ὑπόστασιν τὴν βούλησιν διακεῖσθαι δώσετε, οὐδὲ οὐσίαν εἶναι ζῶσαν καὶ ὑπάρχουσαν, ὥσπερ τὸν Υἱὸν, ἀπαιδεύτως σφόδρα καὶ ἀμαθῶς μὴ δύο παραθέντες οὐσίας ὁμοιότητα ζητεῖτε. Πῶς γὰρ ἔσται τὸ ἐνυπόστατον τῷ μὴ τοιούτῳ προσεοικός; ἢ πῶς τὸ μὴ εἰς οὐσίαν ἐνεχθὲν τῷ ὑφεστηκότι κατὰ τὸν τῆς ἐμφερείας τρόπον ἀντεξετάζοιτο; ΑΛΛΟ. Καὶ τίς οὐκ ἂν ὁμολογήσειε νοῦν ἔχων ὅτι τῷ ζώῳ πρὸς τὸ ζῶον ἡ ὁμοιότης, καὶ τῷ μὴ ζώῳ πρὸς τὸ μὴ ζῶον; Τὰ γὰρ ἑτερογενῆ καὶ πάντη τῆς πρὸς ἄλληλα σχέσεως φυσικῶς διακεκομμένα, οὐκ ἄν τις εὖ φρονῶν ἀντεξετάζοι πρὸς ἄλληλα, οὐδὲ τοῦτο ἐκείνῳ προσεοικὸς, οὔτε μὴν ἐκεῖνο τούτῳ φήσειεν ἄν. Οἷον φέρε εἰπεῖν· Ἄνθρωπος προσκείσθω, ἢ ἕτερόν τι τῶν ὄντων ὅσα πίπτει πρὸς τὸν ὅρον τοῦ ζώου, κείσθω καὶ ἐπιστήμη, ἤτοι σοφία, ἤτοι βούλησις, ἢ ἕτερόν τι τῶν ὅσα καθ' ἑαυτὰ οὐκ ἐνυπόστατα μὲν, ἐνυπάρχει δὲ ὅμως τῶν ὄντων τισὶν, ἀνθρώποις τυχὸν ἢ ἀγγέλοις. Ἆρ' οὖν, εἴ τις τὸν ἄνθρωπον ἢ ἕτερόν τι ζῶον τῇ ἐπιστήμῃ ἤτοι τῇ σοφίᾳ ἢ τῇ βουλήσει προσεοικέναι φήσειεν, οὐκ ἂν εἰκότως μωρίας ὀφλήσοι γέλωτα, τὰ μηδὲν ἀλλήλοις προσεοικότα δοκιμάζειν τε καὶ ἀντεξετάζειν ἐπιχειρῶν; Οὐκοῦν ἐνυπόστατος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, τῇ ἀνυποστάτῳ βουλήσει κατ' οὐδὲν ἔσται προσεοικώς.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.