Logos 12 rem mid
Rem mid: one without confusion of persons.
Greek
ἰδίᾳ μὲν τοῦ Πατρὸς, ἰδίᾳ δὲ χορηγοῦντος τοῦ Υἱοῦ, ἀλλ' ὡς Πατρὸς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι ἐκ τῆς μιᾶς θεότητος πεμπομένων τῶν χαρισμάτων εἰς τοὺς ἁγίους. ΑΛΛΟ. Εἰ κεχώριστο κατὰ φύσιν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, καὶ εἰ μή τις ἑνότης ἀδιάστατος ἦν ἐν αὐτοῖς ὁποίαν ἔχει τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον, ἐξήρκει καὶ μόνον τὸν Πατέρα τοῖς ἁγίοις ἐπιδιδόναι τὰ χαρίσματα, μὴ συμπαραλαμβανομένου πρὸς τοῦτο καὶ τοῦ Υἱοῦ. Εἰ γὰρ κτιστῆς ἐστιν οὐσίας, καὶ ἕτερόν τι παρὰ τὸν Θεὸν, ποῖον ἔχει λόγον οὐδενὸς τῶν ἄλλων κτισμάτων ἐπικοινωνοῦντος Θεῷ πρὸς τὴν δόσιν τῶν θείων χαρισμάτων, μόνον αὐτὸν παραλαμβάνεσθαι; Οὐ γὰρ ἀνέξεταί τις λέγοντός τινος· ∆οίη σοι τὰ αἰτήματά σου Θεὸς τυχὸν ὁ Πατὴρ καὶ ὁ ἄγγελος· ἀλλ' οὐδὲ εἴ τι μεῖζον ὀνομάσειεν ἀγγέλου. Μόνῳ γὰρ τὸ διδόναι πρέπει Θεῷ. Εἰ δὲ δίδωσιν, οὐ μετά τινος ἑτέρου τῶν κτισμάτων, ἀλλὰ μόνῳ σὺν Υἱῷ καὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δῆλον ἐντεῦθεν ἂν εἴη καὶ παντί τῳ γνώριμον, ὅτιπερ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιόν ἐστι γέννημα, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, αὐτός τε ὁμοίως ὑπάρχων ἐν τῷ Πατρὶ, πάντα ἐνεργεῖ καὶ ἐργάζεται καὶ χορηγεῖ τοῖς ἁγίοις τὰς δωρεάς. Καὶ μάρτυς ὁ Παῦλος λέγων· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰρήκατε, φασὶ, μηδὲν τῶν κτισμάτων συμπαρα λαμβάνεσθαι τῷ Θεῷ ἐν ταῖς τῶν χαρισμάτων ἐπιδόσεσι. Τί οὖν ἄρα ποιήσετε τὸν πατριάρχην Ἰακὼβ εὑ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.