Micah Tomos 1 rem close CLOSEOUT
Rem CLOSEOUT: Micah Tomos 1 CLOSEOUT.
Greek
ΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "Βάαλ·" οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἐπί γε τῷ πλανᾶσθαι σπουδῆς κατελο- γίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος "Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς "καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά "ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου." ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἂν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ' οὐδὲ ὡς φυτεία ἀμπε- λῶνος, ἐπ' ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο. 9∆ιότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.9 ∆ιαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας 1.613 κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρα- σκευάζοντας. οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνέστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα. 9Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνὴ, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγα- τέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως Ἱερουσαλήμ.9 Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα ∆εσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ' οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψε- ται καὶ θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ' ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἡ δέ γε γυμνότης 1.614 καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τὴν ὅσον οὐδέπω παρε- σομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν Ἱερουσαλὴμ, "γυμνός τε καὶ ἀνυπόδετος," Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρ- μούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἡ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ' ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπωάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκρά- τησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν Ἱερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περι- εκάθισε τὴν Ἱερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπεί- 241 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν. Οὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ∆εσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυ- τῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ' 1.615 αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισό- μεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλύον ἐν παντὶ γενέσθαι κακῷ. 9Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.9 Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῇ τῶν προ- κειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πως ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας με- μενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περι- οίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων προσ-λαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων "Ποῦ ἐστιν ὁ "θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως 1.616 "Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- "ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο "τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;" ἔστι τοίνυν ἡ Γὲθ ἀλλο- φύλων μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῇ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, του- τέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονον- ουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ' ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθά- περ τινὰ γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ' ὑμῶν κατα- γέλωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμει- διάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος "Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι "ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν "θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ." Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκο- μένων γὰρ ἔσθ' ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.