Commentary on the Twelve Prophets · §micah-t1-rem-mid

Micah Tomos 1 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

οκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατεῤῥιμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ "παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν "ἄβυσσον ἀπελθεῖν." ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ' αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθη- σαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, "̓Εξουθενώθησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ "κηρὸς ὁ τακεὶς ἀντανήρηνται," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ. 1.608 9∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.9 Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ' αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταῤῥεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν ∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἂν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλά- δες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ' οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτῃτοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ' οἷον ἐλέγχων, καὶ μετα- τιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδέστερα. ἔφη τοίνυν ὅτι ∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώ- πους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσ- ματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν. 9Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;9 Ἰακὼβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραῒμ 1.609 δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμά- ρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι "Κατεκονδύλιζον εἰς κεφαλὰς "πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν." καὶ πρὸς τούτοις ἔλεγον "Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ "τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν "μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν "ἄδικον;" ἁμαρτίαν καὶ τοῦ Ἰούδα τὴν Ἱερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατ- ητιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς "Ὅτι κατ' ἀριθμὸν πόλεών σου ἦσαν "θεοί σου Ἰούδα, καὶ κατ' ἀριθμὸν διόδων τῆς 239 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ἱερουσαλὴμ "ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῇ Βάαλ. ἵνα τί λαλεῖτε "πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- "βήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Πῶς ἐγένετο "πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιο- "σύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον "ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. "οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες "δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ 1.610 "κρίσει χήρας οὐ προσέχοντες." γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς Ἱεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις. ∆εῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυ- χῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγα- θουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιΐαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν. 9Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.9 Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, κατα- λήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, 1.611 μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτω- κεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτε- ταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "̓Εγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπε- "λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ." ἐγκατε- λείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύ- ουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπε- λῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ' ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεών τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλα- στον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα που τὰ ἀναθήματα δηλοῖ. προσ- εκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν 1.612 ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ' αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων "Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον "καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον "ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ 240 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.