Twelve Prophets Micah Tomos 2 opening
Micah Tomos 2.
Micah Tomos 2: false prophets; remnant gathered by the Lord.
Greek
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. 9Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ' αὐτὸν πόλεμον.9 Κατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύ- ματος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως "Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, "ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας "διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος. "πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- "θυσμα." ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ' αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ 1.648 ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ' αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνῃ καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ' ἦν αὐτοῖς εἷς ὁ εἰς τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ 253 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὕτω λαμπρά τε καὶ ἀξιό- ληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ' αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ' αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά. Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλέ τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος. 9∆ιὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκο- τάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα.9 Ἐπειδὴ γὰρ, φησὶν, ἐσταλάξατε τὸ ψεῦδος εἰς οἶνον καὶ μέθυσμα τῷ λαῷ, καὶ κατεδάκνετε μὲν ὡς θῆρες, εὐηγγελί- ζεσθε δὲ τὴν εἰρήνην, ψευδοεποῦντες αὐτοῖς, καὶ ταῖς τοῦ 1.649 πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δι- καίως νὺξ ἐφ' ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑπο- κρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ' αὐτοῖς ὁ ἥλιος τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ' ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους. Φαίη δ' ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυ- γαζούσης αὐτοῖς, ἀλλ' οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ "̔Ηνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρ- "δίαν αὐτῶν κεῖται." "Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- "ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία." καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέ- γων αὐτὸς ὁ Χριστός "Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν "τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." ἐπειδὴ δὲ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.