Commentary on the Twelve Prophets · §hosea-t7-rem-mid

Hosea Tomos 7 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ' ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖ- ταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ' ἂν αὐτὸς ὑπο- σταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους. σοφὸς οὖν ὁ ψάλλων "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος." παρ' αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα· καὶ σώζων οὐκ ἔστι πάρεξ αὐτοῦ. 9Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;9 Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης 1.272 ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ' ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνά- κλησις εἰς τὸ ἀπ' ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστι- θεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ' αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ Ἀδὰμ παράβασιν. πεποίη- ται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ Ἐφραῒμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Οὐκ Ἰου- "δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ "περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως." λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. τότε γὰρ τότε "καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·" κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξῃρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου. οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη γὰρ, ὅτι "Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ "δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος." οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε; που τὸ κέντρον σου ᾅδη; "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ "ἀποθανὼν" ὑπὲρ ἡμῶν, μᾶλλον δὲ "δοὺς ἑαυτὸν ἀντίλυτρον "ὑπὲρ πάντων," εἷς ὁ πάντων ἀξιώτερος, δι' οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν. 1.273 9Παράκλησις κέκρυπται ἐξ ὀφθαλμῶν μου; διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ.9 Ἀναγνωσόμεθα τοῦ προκειμένου τὸν πρῶτον στίχον κατ' ἐπερώτ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.