Hosea Tomos 7 rem close CLOSEOUT
Rem CLOSEOUT: Hosea Tomos 7 CLOSEOUT — Hosea arc sealed toward Joel.
Greek
χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς "Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον "ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν·" ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι σπουδάζοντες "Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, 115 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἵππων "σάρκας," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγ- γέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ' ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων ∆ημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα "Ἀποσ-"τροφῇ ἀποστρέψατε ἀπὸ τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ "̓Ισραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας." 1.279 9Ὁ ἐν σοὶ, ἐλεήσει ὀρφανόν.9 Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ ∆εσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ Ἰσραὴλ, ὅτι τεύξῃ τῶν κατ' εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν σοὶ Θεὸς ἐλεεῖν οἶδε καὶ κατοικτείρειν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος ∆αυείδ "Ὀρφανὸν καὶ χήραν ἀναλήψεται," ἐξ ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀποῤῥήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ Ἰσραήλ· ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς "Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" φαίην ἂν ἔγωγε καὶ τῇδε νοεῖν ὀρθῶς. ∆εῖ δὴ οὖν ἄρα τεθαῤῥηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων ∆εσπότης, ἀοκνό- τατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας. 9Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, διότι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτῶν.9 Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἰᾶσθαί τε τοὺς ἠσθενηκότας ὑπισχνου- μένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς 1.280 τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ "πάντες οἱ "ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ·" καταλογίζονται δὲ μᾶλλον εἰς τέκνα οἱ ἀκολουθοῦντες "τοῖς ἴχνεσι τῆς ἐ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.