Commentary on the Twelve Prophets · §hosea-t7-rem-early

Hosea Tomos 7 rem early

Rem early: Hosea Tomos 7 closing stretch of Hosea.

Greek

ῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ, κατὰ τὰς νομὰς αὐτῶν.9 Πολὺς ἐν τούτοις τῆς ἀναισθησίας ὁ ἔλεγχος, καὶ τέθεινται στοιχηδὸν τῆς ἐπικουρίας οἱ τρόποι, τῆς ἀχαριστίας τῶν ἐξ Ἰσραὴλ καταδεικνύντες τὸ μέγεθος. ἐλέγχει δὲ, οὐκ ἠγνοη- κότας, ὥς γε οἶμαι· πόθεν; ἀλλ' ὡς ἐκ πολλῆς ἄγαν σκαιό- τητος καὶ λογισμοῦ νενευκότος εἰς ἀναισθησίαν, μονονουχὶ καὶ εἰς λήθην ὑπενηνεγμένους, ὧν ἔδει μεμνῆσθαι διαπαντός. ὁ μὲν γὰρ ἐπάρατος Ἱεροβοὰμ, τὰς δαμάλεις αὐτοῖς ἀνα- στήσας, ἔφασκεν "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ οἵτινες "ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου·" οἱ δὲ, καίτοι γινώ- σκοντες ὅτι μὴ ἑτέρου τινὸς, ἀλλὰ Θεοῦ, κατόρθωσις ἦν τὸ χρῆμα αὐτοῖς, χειροκμήτοις δαμάλεσι προσῆγον τὰ χαρισ- τήρια, καὶ αὐταῖς ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἀλλήλους ἀνέπει- 1.265 θον τῶν θείων κατορθωμάτων τὴν ὑπεροχήν. οὐκοῦν ὡς ἐξ οἴνου Σοδόμων μεμεθυσμένους μονονουχὶ διανύττει λέγων ὅτι τε αὐτὸς εἴη σαφῶς ὁ καὶ "ἐξ οἴκου δουλείας" ἐξενεγ- κὼν, καὶ προστεταχὼς διὰ Μωυσέως, ὡς "Οὐκ ἔσονταί σοι "θεοὶ ἕτεροι πλὴν ἐμοῦ," καὶ ὅτι μόνος αὐτὸς ὁ σώζων ἐστὶ καὶ ἀνιδρωτὶ κατορθῶν πᾶν ὅπερ βούλοιτο, αὐτὸς ὁ τροφο- φορήσας κατὰ τὴν ἔρημον, καὶ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ πηγὰς μὲν ὑδάτων ἀνεὶς, καθιεὶς δὲ τὸ μάννα, καὶ ἄρτον ἀγγέλων καὶ ἐξ οὐρανοῦ δωρούμενος, καὶ ὡς ἐν τάξει ποιμένος ἀγαθοῦ καταβόσκων εἰς εὐθυμίαν, κατὰ τὰς νομὰς αὐτῶν ἤτοι τὰς ἀπάρσεις. ἀνενδεεῖς γὰρ ἦσαν παντὸς ἀγαθοῦ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ, καίτοι τόπους ἐκ τόπων ἀεὶ μεταμείβοντες, καὶ ἐν γῇ τραχείᾳ καὶ ἀκάρπῳ καταυλιζόμενοι. Χρὴ δὴ οὖν ἄρα μεμνῆσθαι διὰ παντὸς, ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, καὶ τὴν ἐπὶ τούτοις λήθην ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν τῆς ἑαυτῶν διανοίας, ὡς ὀλέθρου πρόξενον, καὶ παρο- τρύνον εἰς ἀγανάκτησιν τὸν ἁπάσης ἡμῖν εὐημερίας δοτῆρα Θεόν. ὁ γὰρ ἀχάριστος ὡς βλάσφημος, κατά γε τὸ ὑπό του σοφῶς εἰρημένον. 9Καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐ- τῶν· ἕνεκα τούτου ἐπελάθοντό μου.9 Ὥσπερ οἱ τῶν ἰατρῶν ἐμπειρότατοι τὰς τῶν νοσημάτων εὖ μάλα περιαθροῦντες αἰτίας, τοῖς ἀπὸ τῆς τέχνης ἐπικου- ρήμασιν ἀνακόπτειν ἐπείγονται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς εἰς νοῦν ἔσω καὶ καρδίαν ὁρῶν, τὰς τῶν ἐν ἡμῖν παθῶν αἰτίας περιεργάζεται, οὕτω τε λοιπὸν 1.266 τοῖς καθήκουσι περιστέλλει φαρμάκοις τὸν ἀῤῥωστήσαντα νοῦν. αἰτιᾶται τοίνυν τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐκ τῆς ἄγαν εὐημερίας πρὸς λήθην ἐνηνεγμένους τοῦ πάντα αὐτοῖς χορη- γοῦντος τὰ ζωαρκῆ καὶ τὰ ὅσαπερ ἂν φαίνοιτο κατα- λαμπρύνειν εἰδότα· καίτοι προηγορευκότος τοῦ νόμου σαφῶς "Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ "φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίμα

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.