Hosea Tomos 2 rem early
Rem early: Hosea Tomos 2: continued Hosea oracles; historia and theoria.
Greek
ῖς τὰ σκέλη, γεγόνασιν οἱ ἐξ αὐτῆς οὔτε φιλόθεοι καθαρῶς καὶ ἐρηρεισμένως, οὔτε μὴν ἐπιεικεῖς τοὺς τρόπους· ἐντεθραμμένοι δὲ μᾶλλον τοῖς ἤθεσι τῶν γεγεννηκότων, ἀφυλάκτως ᾔεσαν ἐπὶ τὰ λυποῦντα Θεόν· τοῦτο μὲν θύοντες τῷ Βάαλ, καὶ ταῖς δαμάλεσι ταῖς 19 χρυσαῖς· τοῦτο δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας ἀπερισκέπτως διάττον- τες. αἰτιάσονται δὴ οὖν, καὶ σφόδρα εἰκότως, τὴν ἑαυτῶν μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον τὸν φιλάρετόν τε καὶ πάναγνον ἀληθῶς ∆εσπότην, ὃς σύνοικον ἔχειν οὐκ ἀξιοῖ τὴν πεπορνευ- μένην. νοητὸς δὲ πάντως τῆς πορνείας ὁ τρόπος, κἂν εἰ λαλοῖτο σωματικῶς. 9Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέραι γενέσεως αὐτῆς.9 Τοῖς ἀπὸ γνώμης ἰδίας οὐκ ἐπιστρέφουσι πρὸς Θεὸν, οὔτε μὴν ἀνεχομένοις τὰ αὐτῷ δοκοῦντα πληροῦν, ἀλλὰ τῆς οὐκ οἶδ' ὅπως τετιμημένης αὐτοῖς φαυλότητος ἀπρὶξ ἡμμένοις, 1.47 ποινὴ καὶ κόλασις ἐπινοεῖται τις, ἐφ' ὅπερ ἦν ἄμεινον ἐξ ἰδίας φέρεσθαι γνώμης, ἐπ' αὐτὸ δὴ τοῦτο μετατιθεῖσα λοιπὸν, ὡς ἐξ ἀνάγκης καὶ φόβου. ὅνπερ γὰρ τρόπον τῶν ἐν τοῖς σώμασι τραυμάτων τὰ δυσχερῆ καὶ δυσμεταχείριστα, κἂν εἰ μὴ ταῖς τῶν φαρμάκων δυνάμεσιν εἴκοντα δέχοιντό τινα τὴν εἰς τὸ ἄμεινον μετατροπὴν, ἢ σιδήρῳ τέμνεται, τῆς τῶν ἰατρῶν ἐμπειρίας εἰς τοῦτον καλούσης τῆς ἐπικουρίας τὸν τρόπον, ἤγουν νικᾶται πυρί· οὕτω καὶ ἀνθρώπου ψυχὴ πολὺ διανεύσασα πρὸς ἀπόστασιν τὴν ἐξ ἀγαθῶν, κἂν εἰ μὴ ταῖς τῶν νουθετούντων εἴκοι φωναῖς, μήτε μὴν ἕλοιτο μετα- φοιτᾶν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, νικᾶται ταῖς δίκαις, καὶ τοῖς τῆς κολάσεως ἐναλοῦσα βρόχοις, ἀναγκαίαν ποιεῖται τὴν ἐπιστροφήν· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου "Πόνῳ "καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλήμ." ψάλλει δέ τι τοιοῦτον καὶ ὁ θεσπέσιος ∆αυεὶδ περὶ τῶν ἠγαπηκότων τὸ πολὺ δὴ λίαν ἄγεσθαι πρὸς τὸ πλημμελεῖν, "Ἐν κημῷ καὶ "χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων "πρὸς σέ." τὰ γάρ τοι σκληρά τε καὶ ἀστοιχείωτα τῶν ἀλόγων ζώων χαλινοῖς περιτρέπουσιν εἰς τὸ εὖ ἔχειν δοκοῦν οἱ πωλοδαμνεῖν εἰωθότες· οὕτω καὶ Θεὸς χρησίμως προσφέ- ρεται τοῖς σφόδρα φιλαμαρτήμοσιν. οὐκοῦν συνεβούλευον μὲν τῇ Συναγωγῇ προφῆται καὶ δίκαιοι τῆς τῶν εἰδώλων ἀποφοιτῆσαι λατρείας, καὶ τῆς οὐκ οἶδ' ὅθεν ἐξηυρημένης ἀποσχέσθαι πλάνης. καὶ οὐ μέχρι τούτων· ἀλλὰ καὶ αὐτὸς ἠπείλει Θεὸς ἐπιθήσειν αὐτοῖς τὰ πάντων αἴσχιστα τῶν κακῶν, εἰ μὴ ἕλοιντο παλινδρομεῖν εἰς τὸ φρονεῖν τε καὶ δρᾶν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα. οἱ δὲ ἦσαν ἔτι δεινοί τε
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.