Commentary on the Twelve Prophets · §hosea-t2-rem-mid

Hosea Tomos 2 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

ς τοῦ προφήτου πάλιν ἀντεφέροντο λόγοις, καὶ δὴ καὶ ἔφασκον ἀναιδῶς "Τὸν λόγον 25 ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ "ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦσαι ποιή- "σομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος "ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ "σπονδὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ "οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα "καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγε- "νόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. καὶ ὡς διελίπομεν "θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες "ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν θυμῷ ἐξελίπομεν." συνίης οὖν ὅπως μονονουχὶ καὶ ἀντέκτισιν τοῦ πεπλανῆσθαι φησὶν ἐσχηκέναι τὰ ζωαρκῆ, καὶ πρός γε δὴ τούτῳ τὸ εὐημερεῖν; ἀφανιῶ τοιγαροῦν φησὶν ἃ εἶπε Μισθώματά μου ταῦτά ἐστιν, ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς 1.61 μαρτύριον. καταμαρτυρήσει γὰρ ὥσπερ τῆς τοῦ Ἰσραὴλ μοχθηρίας ἀφῃρημένα ταυτὶ, καὶ τὴν δίκην αὐτοῖς ἐπισημο- τέραν ἐργάσεται, καὶ καταφανῆ ποιήσει τὴν ὀργήν. ἔδεται δὲ αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς. νοοῖτο δ' ἂν οὐ καθ' ἕνα ταυτὶ δὴ τρόπον, τριχῆ δὲ μᾶλλον τὰ ἐκ τοῦ σημαινομένου ληφθή- σεται. ἢ γὰρ ἐκεῖνο φησὶν, ὅτι θηρίων ἔσται τροφὴ τὰ ἐν ἀγροῖς, ὡς οὐκ ὄντος ἔτι τοῦ κατοικοῦντος τὴν γῆν, διὰ τοῦ τὸ πλείστους μὲν ὅσους οἴκων τε καὶ πόλεων ἐκσεσοβημένους ἀποδραμεῖν οὐχ ἑκόντας εἰς Βαβυλῶνα καὶ Μήδους, δεδα- πανῆσθαι δὲ τῷ πολέμῳ καὶ ἑτέρους ὅσους, ὡς ὑπὸ μόνων ἤδη τῶν θηρίων τε καὶ ἑρπετῶν τῶν Σαμαρειτῶν οἰκεῖσθαι χώραν, ἤγουν ἐκεῖνο πάλιν, ὅτι τῆς χώρας τὴν εὐκαρπίαν οἷά τινες θῆρες οἱ Βαβυλώνιοι θοινήσονται, τῶν ἐνοικούντων τὴν γῆν ταῖς τετειχισμέναις τῶν πόλεων ἐνισχημένων, καὶ οὐδὲ ὅσον εἰπεῖν ἐπέκεινα πυλῶν ἰέναι τολμώντων, καίτοι κατα- φθείροντος τοῦ λιμοῦ. Εἰ δέ τῳ δοκεῖ συνιέναι πνευματικῶς, καὶ δι' ἑτέρας ἂν ἴοι τρίβου. ἀμπελῶνι μὲν γὰρ καὶ συκῇ παρεικαστέον εὖ μάλα τὴν διὰ νόμου παίδευσιν ἀποκομίζουσαν εἰς Χριστόν. παι- δαγωγεῖ γὰρ εἰς τοῦτο κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. καὶ ἄμπελος μὲν εὐφρασίας ἂν νοοῖτο σύμβολον, γλυκύτητος δὲ συκῆ. ὅτι δὲ ψυχῇ φιλοθέῳ γλυκὺς ἀληθῶς ὁ τοῦ Θεοῦ νόμος καὶ κατευφραίνειν εἰδὼς, πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀμέτοχος μὲν ὁ Ἰσραὴλ ἀπομεμένηκεν ἀναγκαίως τῶν ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν· δέδονται δὲ πρὸς μετάληψιν τοῖς οἱονεὶ θηρίοις τε καὶ ἑρπετοῖς, φημὶ δὴ τοῖς ἐξ ἐθνῶν, οἳ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὀλίγα διενεγκεῖν θηρῶν τε καὶ ἑρπετῶν ἰοβόλων ὑπονοηθεῖεν ἂν, διὰ τὴν σκαιότητα τῶν τρόπων. πλὴν οὐ μεμενήκασιν ἐν τούτοις, ἀκολουθεῖν ᾑρημένοι λέγο

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.