Commentary on the Twelve Prophets · §hosea-t2-open

Twelve Prophets Hosea Tomos 2 opening

Hosea Tomos 2.

Hosea Tomos 2: continued Hosea oracles; historia and theoria.

Greek

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.Προειρηκὼς ὅτι καὶ ἀπόβλητος ἔσται δικαίως ὁ Ἰσραὴλ, κεκλήσεται δὲ πρὸς τούτῳ καὶ Οὐ λαός· καὶ μὴν ὅτι καὶ ἡ πληθὺς ἡ κυριοκτόνος ἔσται δήπου πάντως Οὐκ ἠλεημένη, καὶ σφόδρα εἰκότως· εἶτα τούτοις ἐπενεγκὼν, καὶ οὐκ εἰς μακρὰν, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένην ἐπιστροφὴν διὰ πίστεως εἰς Χριστὸν, διά γε τοῦ φάναι, "Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ "ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν," ἅπασάν τε ἀπ' ἀρχῆς μέχρι τέλους τὴν οἰκονομίαν ἀφηγησάμενος, μέτεισι λοιπὸν ἐν τούτοις ἐπὶ τὸ γυμνοῦν τὰ ἐγκλήματα τῶν ὁσίως ἀποβεβλημένων, καὶ τὰ ἐφ' οἷς αὐτοὺς ἐκεῖνα παθεῖν συμβέβηκεν εἰς μέσον ἄγει σαφῶς. τοιγάρτοι φησὶ πρὸς τοὺς ἠλεημένους μὲν καὶ εἰσδεδεγμένους καὶ εἰς λαὸν γεγονό- τας Θεοῦ, πλὴν οἷά τινος πόρνης ἐκπεφυκότας τῆς Συνα- γωγῆς, Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε. εἰ γὰρ δὴ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας, ἐφ' αἷς οὐ λαός μου, καὶ οὐκ ἠλεημένη γεγόνατέ τε καὶ κέκλησθε κατά γε τοὺς χρόνους τοὺς πρὸ τῆς ἐπιστροφῆς, οὐκ ἐμὲ γεγονότα περὶ ὑμᾶς ἀπηνῆ καὶ ὀλίγωρον εἰς φιλοστοργίαν εὑρήσετε· κρίθητε δὲ πρὸς τὴν ἑαυτῶν μητέρα, ὅτι μὴ σέσωκεν ἀγάπης 1.46 τῆς εἰς ἐμὲ τὸ γνήσιον, ἠρνήσατο δὲ τὴν οἰκειότητα· καὶ ὀλίγου παντελῶς ἠξίωσε λόγου τῆς πρὸς ἐμὲ πνευματικῆς κοινωνίας τὴν καθαρότητα· οὐκ ἠθέλησέ τε τοὺς τῶν ἐμῶν θελημάτων ὠδίνειν καρπούς. αὕτη γέγονεν οὐ γυνή μου, κἀγὼ διὰ τοῦτο λοιπὸν οὐκ ἀνὴρ αὐτῆς· οὐκ ἐμοὶ τέτοκεν ὑμᾶς, ἀλλ' ἑτέροις· ἦ γὰρ ἂν ἐπέγνων τοὺς ἐμούς· οὐ βραδὺς εἰς ἔλεον ὁ φύσει πατήρ, ὀκνεῖ δὲ εἶναι χρηστὸς ἐπὶ νόθῃ γονῇ. καὶ ταῦτα μὲν ἴσως φαίη τις ἂν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· λογιεῖται δὲ αὖ, καὶ περινοήσει καλῶς, ὅτι τετραμ- μένης τῆς Συναγωγῆς εἰς ἀποστασίαν τὴν ἀπὸ Θεοῦ, καὶ τὴν τῶν δαιμόνων λατρείαν ἀνθῃρημένης, μόνον δὲ οὐχὶ πόρνης δίκην ἁπλούσης αὐτο

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.