Commentary on the Twelve Prophets · §hosea-t1-rem-close

Hosea Tomos 1 rem close CLOSEOUT

Rem CLOSEOUT: Hosea Tomos 1 CLOSEOUT.

Greek

ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἂν γένοιτο τοῖς παθοῦσιν ἡ ὄνησις. "Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;" φησίν· καὶ ᾗ φησὶν ὁ προφήτης, "Τὴν χεῖρα τὴν ὑψηλὴν "τίς ἀποστρέψει;" ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ ∆εσπότης, τοῦτο ἀμελλητὶ πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδά- των εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ Οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπεί- 1.33 θοιντο τὰ ἀμείνω καὶ πρεπωδέστερα, λοιπόν τε μεταφοιτή- σειαν πρὸς τὸ ἑλέσθαι σωφρόνως, κἂν γοῦν τοῖς δευτέροις ἀποσείεσθαι τὴν ὀργὴν, εὐμενῆ καὶ πρᾷον ἐφ' ἑαυτοῖς κατα- στήσαντες λελυπημένον τὸν τῶν ὅλων Θεόν. ἔοικε δὲ πάλιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις ὑποδηλοῦν λόγος τὰς γεγενημένας αἰχμαλωσίας τοῦ Ἰσραὴλ, ὑπό τε τοῦ Θεγλα- φαλασὰρ, καὶ μέντοι Σαλμανασὰρ βασιλέων Ἀσσυρίων, οἳ μετῴκισαν ἐκ Σαμαρείας τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μήδων, τὰς ἐν τῇ Σαμαρείᾳ καταδῃώσαντες πόλεις. ἀλλ' οὐκ ἂν ταῖς οὕτω δειναῖς περιπεπτώκασι συμφοραῖς, ἐπαμύνειν αὐτοῖς ἐθέλοντος Θεοῦ· μᾶλλον δὲ, μὴ οἱονεί πως καὶ ἀντεξάγοντος καὶ ἐν τάξει πολεμίων ἀνθεστηκότος. ἔφη γὰρ ἐναργῶς, ὅτι Ἀντιτασσόμενος ἀντιτάξομαι αὐ- τοῖς. ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, καὶ σώσειν αὐτοὺς, οὐ πολέμου νόμῳ· τοῦτο γὰρ τὸ, οὐκ ἐν ἅρμασιν, οὐδὲ ἐν ἵπποις· ὃ δὴ καὶ τετέλεσται, τοῦ Σενα- χηρεὶμ περιέχοντος κύκλῳ τὴν Ἱερουσαλὴμ, ὅτε καὶ τῆς θείας δόξης κατεφλυάρει Ῥαψάκης, ὡς οὐκ ἂν ἰσχύσειεν εἰπὼν ἀνασῶσαι Θεὸς τήν τε Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ· προεκόμιζε δὲ εἰς ἀπόδειξιν τοῦ πάντητε καὶ πάντως ἁλώ- σεσθαι καὶ αὐτοὺς, τὸ μὴ δεδυνῆσθαι τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἐξελέσθαι τοὺς ἑαυτῶν, ἀλλ' ἐσώζετο παραδόξως ὁ Ἰούδας, τουτέστιν αἱ τὴν Ἱερουσαλὴμ οἰκοῦσαι δύο φυλαί. "̓Εξῆλθε γὰρ ἄγγελος Κυρίου, 14 φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς "παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ, ἑκατὸν ὀγδοήκοντα "πέντε χιλιάδας." ᾖδόν τε οὕτως οἱ σεσωσμένοι· καὶ τῆς ἐπ' αὐτοῖς γεγενημένης μεγαλουργίας τοὺς τρόπους ἀφη- γοῦντο, λέγοντες "Οὗτοι ἐν ἅρμασι, καὶ οὗτο

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.