Hosea Tomos 1 rem mid
Rem mid: historia and spiritual theoria held together.
Greek
ι πάντα πράττεσθαι πρὸς ἡμῶν; Ἀλλ' ἐρεῖς, ὅτι τοῖς θείοις εἴκοντες νεύμασιν, ἔδρων τὰ τοιάδε τοτηνικάδε. τί δὲ, εἰπέ μοι, φρονεῖν ἄξιον περὶ τοῦ μακαρίου Ὠσηέ; ἆρα γὰρ αὐτόκλητος πρὸς γυναῖκα πόρνην ἔρχεται, καὶ ποιεῖται σύνοικον τὴν οὕτως αἰσχρὰν, ἢ προστέτακται παρὰ Θεοῦ; τεθαύμακα δὲ οὐδὲν ἧττον ἐκεῖνο τοῦ κατασκώπτειν ἐθέλοντος τὰ ἐπ' αὐτῷ γεγραμμένα, καὶ τῆς ἱστορίας τὸ ἀτερπὲς διασύρειν ἀποτολμήσαντος. ἀναιρῶν γὰρ τὸ χρῆμα διὰ τὸ ἄτοπον, διϊσχυριζόμενός τε καὶ μάλα σαφῶς, ὡς οὐ πόρνῃ γυναικὶ κεκοινώνηκεν ὁ προφήτης, ἀλλ' ἐκ- πορνευσάσαις ψυχαῖς ὁ θεῖος ἔσθ' ὅτε συνάπτεται Λόγος, οὐ νενόηκε κατὰ τὸ εἰκὸς, οἵῳ περιπέπτωκεν ὕθλῳ. σεμ- νότερον γὰρ, ὡς ἔοικε, τὸν προφήτην εἶναι γοῦν βούλεται τοῦ παναγίου Θεοῦ. ἢ γὰρ οὐκ ἐν ἴσῳ λόγῳ φαίη τις ἂν, εἰπέ μοι, καὶ τὸ πονηρᾷ γυναικὶ τὸν προφήτην συνάπτεσθαι, καὶ τὸ ἀκαθάρτῳ ψυχῇ κοινωνεῖν ἑλέσθαι τὸν τοῦ Θεοῦ Λόγον; ἀλλ' οἶμαι τὸ μεταξὺ παντελῶς οὐδέν. ἢ τοίνυν συναναιρούντων ἐκείνῳ καὶ τοῦτο διὰ τὸ ἄτοπον, ἤγουν ἐφιέντων κατόπιν τῆς θείας βουλῆς ἔρχεσθαι τὰ ἀνθρώ- πινα. χρῆναι δὲ οἶμαι καί τι τῶν εὐαγγελικῶν παραθεῖναι γραμμάτων. συνανεκλίθη τελώναις καὶ ἁμαρτωλοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀλλ' ἐπῃτιῶντο πάλιν οἱ φιλεγκλήμονες Φαρισαῖοι, καὶ τοῖς ἁγίοις προσήεσαν μαθη- ταῖς ἀναφανδὸν, λέγοντες "∆ιατί μετὰ ἀνθρώπων ἁμαρ- "τωλῶν ὁ διδάσκαλος ὑμῶν ἐσθίει καὶ πίνει;" τί οὖν πρὸς ταῦτα ὁ Χριστός; "Οὐ χρείαν, φησὶν, ἔχουσιν οἱ "ἰσχύοντες ἰατρῶν, ἀλλ' οἱ κακῶς ἔχοντες." ὅτι μὲν οὖν καὶ μεμολυσμένους καὶ ἐκνενιμμένους οὔπω τὴν ἁμαρτίαν ἐξ 1.22 ἀμετρήτου φιλανθρωπίας προσίεται Θεὸς, ἐνδοιάσῃ τις ἂν οὐδαμῶς. χρῆναι δὲ δεῖ μάλιστα τῆς κατὰ τὸν μακάριον Ὠσηὲ γενομένης ἱστορίας μὴ καθορίζειν τὸ ἀκαλλὲς γρα- φούσης ἡμῖν ἐφ' ἑαυτῆς παγκάλως, ὅτι βδελυροῖς καὶ ἀκα- θάρτοις οὖσιν ἔτι, τὴν παρ' ἑαυτοῦ πνευματικὴν κοινωνίαν ὁ θεῖος ἡμῖν χαρίζεται Λόγος. Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ Βάδιζε, λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας. δέχεται δὲ τὴν Γόμερ, οὐχ ἡδυπαθείας εὕρεμα τὸ χρῆμα ποιούμενος, ἀλλ' ὑπακοῆς καὶ διακονίας ἔργον ἀπο- πληρῶν, καὶ ὑπηρέτης τοῦ τύπου γινόμενος, ὃν αὐτὸν δὴ μάλα ἐροῦμεν, ἐν τοῖς σαρκικοῖς καὶ γεωδεστέροις διαμορφοῦντες, ὡς ἔνι, τὰ πνευματικά. αἰτιῷτο δ' ἂν οἶμαί τις οὐκ ἐν κόσμῳ λοιπὸν τὸν τοῦ προφήτου σκοπόν. τὸ γὰρ ἑλέσθαι γαμεῖν, καὶ γυναίῳ συνάπτεσθαι, καὶ τέκνων ἐρᾷν, ὁ τῆς θεοπνεύστου γραφῆς οὐκ ἐξείργει λόγος· μᾶλλον δὲ μώμου καὶ 9 διαβολῆς ἀπαλλάττει πανταχοῦ· "Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη "ἀμίαντος," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλο
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.