Commentary on the Twelve Prophets · §hosea-t1-rem-early

Hosea Tomos 1 rem early

Rem early: Hosea Tomos 1: the prophet’s word and Israel’s history toward Christ.

Greek

όπως· οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ' ἐθυ- μίων ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλα- νώμενοι. εἶτα παρενεχθεὶς Ἀζαρίας, ἤγουν ὁ Ὀζίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῇ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι' ἑαυτοῦ, τῶν διὰ Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, "Ηψατο, φησὶ, Κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως "ἡμέρας θανάτου." ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱερο- φάντην Μωυσέα "Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- "τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονοῤῥυῆ, "καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ." ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψη- φίσατο Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν. Ἐπειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει 1.10 τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ἔρχεται δὲ 1.10 καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ' αὐτὸν βεβασι- λευκότας ἐν ἡμέραις Ἀζαρίου, τοῦ καὶ Ὀζίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀζίου, τοῦ καὶ Ἀζαρίου, Ἀζαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶτὸν Ἰσραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπό- ρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προϊόντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀζίου, χρίεται πάλιν ἐπὶ τὸν Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῄ- ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ υἱοῦ Γαζῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Ἀχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεζάβελ, ᾧ καὶ ὑπέ-σχετο ὁ Θεὸς, λέγων "Υἱοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ "θρόνου σου." βεβασίλευκε τοίνυν ὁ Μαναῒμ ἐπὶ τὸν Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. "Καὶ ἐποίησε, φησὶ, τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν "ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ." βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναῒμ, καὶ Θεῷ προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων ψευδολατρείαις, καταστρατεύεται τῆς Σαμαρείας Φούλας βασιλεὺς 4 Ἀσσυρίων· ὃν ἀμύνασθαι τοῖς ὅπλοις οὐκ ἔχων ὁ Μαναῒμ, πολλοῖς ἀναπείθει χρήμασιν

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.