Commentary on the Twelve Prophets · §amos-t3-rem-mid

Amos Tomos 3 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

καὶ θυσίας προσηνέγκατέ μοι τεσσαράκοντα ἔτη οἶκος Ἰσραὴλ ἐν τῇ ἐρήμῳ λέγει Κύριος, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.9 ∆ιὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς 1.473 τοὺς ἐξ αἵματος Ἰσραήλ "Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς "ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· "διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας "ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας "ὑμῶν οὐκ ἐπιβλέψομαι." ἵνα γὰρ φαίνηται σεσωκὼς αὐ- τὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμῃ διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀν- τέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προ- βαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν· ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τού- των ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τυχὸν τῶν τεθε- σπισμένων, "Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς "τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι," ποιήσεις τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν χρόνῳ τεσσαρακονταετεῖ καθ' ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ' ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαρά- κοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ' ἐσώζοντο τότε 1.474 καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι' ἑτέρου προφήτου πάλιν "Οὐκ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς "ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ." αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλο- πρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον. Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες "Ποίησον ἡμῖν θεοὺς "οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄν- "θρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν "τί γέγονεν αὐτῷ." μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ἔρη- μον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ' ἑκάστου καὶ ἕτερα διεπράτ- τοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἂν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων. ∆εδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατ- ακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων "∆έομαι, Κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, "ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς," καίτοι μόσχος ἦν 1.475 τὸ διαπεπλασμένον. ἀλλ' οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγορούμενός ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ 188 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκλη- ροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῇ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως "Οὗτός ἐστιν ὁ "γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου "τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων "ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν "ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ' ἀπώσαντο καὶ "ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- "πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται "ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς "Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχο- "ποίησαν ἐν τῇ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀν- "ήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς "ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ "παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, "καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια "καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα "ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος, καὶ ἀνελάβετε τὴν "σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν "̔Ραιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, "καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος." ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέ- 1.476 μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐν- νοεῖν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσ- φόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐ- τῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσ- φόρου γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολὸχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν. Ῥαιφὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προ- ανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέ- ροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥαιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ' ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος ∆αμασκοῦ μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε ∆αμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα ∆αμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Ἐπέ- κεινα Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα ∆αμασκοῦ ὠνομάσθαι τὴν Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς ∆αμασκηνῶν, 1.477 ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ. 9Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.9 Ταλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραῒμ, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσε- βείας κατ' ἴχνος ἰόντες παραθήγουσιν ἐφ' ἑαυτοὺς τὸν τῶν ὅλων ∆εσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιὼν τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσο-λύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ' οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ' ᾗ φησι τὸ γράμμα τὸ ἱερόν "Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ "λεύκης καὶ δένδρου συσκιάζοντος." ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.