Commentary on the Twelve Prophets · §amos-t3-rem-early

Amos Tomos 3 rem early

Rem early: Amos Tomos 3; historia and theoria toward Christ.

Greek

ν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ 1.468 ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ;9 Τῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσό- μενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, δια- γελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέ- σεις καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ὁλοτρόπως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κατά γε τὴν Ἱερεμίου φωνήν "Ποῦ ἐστὶν ὁ λόγος Κυρίου; ἐλθέτω." ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφῆται, καὶ δειμάτων αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ' αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι "Ὅταν ἔλθῃ ἀσεβὴς εἰς "βάθος κακῶν, καταφρονεῖ," κατὰ τὸ γεγραμμένον. ἀλλ' οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ. Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἣν καὶ τοῦ Κυρίου φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, 1.469 φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ' ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ' ὁ τοῦτο φυγὼν, ὑπ' ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκ- νενευκόσι συναντήσει τὸ δεύτερον. τοῦτο γάρ ἐστι τὸ δια- φυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" καὶ "Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. 9Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ- ματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.9 Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἱ μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις 186 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλί- σκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν 1.470 τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆ- γον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ' ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων ∆ημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο λέγων "Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσ- "έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν "θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων "κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ "βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- "ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου "οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- "μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ "σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν "καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· "ἐγενήθητέ μοι εἰς πλησμονήν." ταύτης ἠρτῆσθαι τῆς διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτὰς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ' ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας. Ἀλλ' Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν 1.471 ἀσέβειαν πρέποι ἂν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέ- χεται δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ' ἂν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους "Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ "Θεῷ." ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν ἀληθὲς ὅτι "Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς," εἰ μὴ ἐν Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι τὸν νοῦν. 9Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. καὶ κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ δικαιο- σύνη ὡς χειμάῤῥους ἄβατος.9 Ἐκπέμπει ταῖς ἑορταῖς ὁμοῦ καὶ ταῖς ἀνονήτοις θυσίαις τὰς ὀργανικὰς εὐφημίας, οὐκ ἀψύχοις ὕλαις τὸ χρῆναι δοξο- λογεῖν ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων ∆εσπότῃ. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ' ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι, καθάπερ ἔφην ἀρτίως, ἦχον ᾠδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαῖαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν 1.472 μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών Ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακλη- θήσομαί φησιν, οὐδὲ ταῖς δι' ὀργάνων εὐηχίαις ἀποκρούσει τὰ ἐγκλήματα· ἀλλ' ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ' ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ' ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατα- σύρων δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταῤῥήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαῤῥοι. οὕτω καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἔσται, καὶ ἕτερον οὐδέν. Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετα- νοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀπο- κρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ' ἐξ ἀγαθῆς διανοίας σοφὸν 187 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀληθῶς καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. "Θῦσον γὰρ, φησὶ, θυσίαν "αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- "κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ "δοξάσεις με." 9Μὴ σφάγια

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.