Commentary on the Twelve Prophets · §amos-t3-rem-close

Amos Tomos 3 rem close CLOSEOUT

Rem CLOSEOUT: Amos Tomos 3 CLOSEOUT.

Greek

οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός "Καὶ σὺ μὴ προ- "σεύχου περὶ 189 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι "αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ "προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου." εἶτα τῆς ἀποστρο- φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων "Ἢ οὐχ ὁρᾷς τί οὗτοι "ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερου- 1.478 "σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- "τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ "ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν "σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με." ἐξουθενή- κασι δὴ οὖν τὴν Σιὼν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαί. Ἁρμόσειε δ' ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ' ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περι- έσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν. Πικρὸν οὖν ἄρα καὶ ἀπευκτὸν ἀληθῶς τὸ δυσβουλίας εἰς τοῦτο κατολισθεῖν, ὡς δι' οὐδενὸς μὲν ποιεῖσθαι τολμᾶν τὴν εἰς Θεὸν ἀγάπησιν, προσκεῖσθαι δὲ τοῖς ἀτόποις καὶ δρᾶν ἃ μὴ θέμις, καὶ καταλυπεῖν αὐτὸν, οἴεσθαι δὲ ὅτι, μὴ αὐτοῦ διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ' ἡμῖν· "Πᾶσα γὰρ δόσις "ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον "παρὰ τοῦ Πατρὸς τῶν φώτων·" αὐτῷ δὴ ἄρα προσ- κεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐ- τῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθό- τες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ τῇ κοσμικῇ. πρέποι δ' ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων τὸ οὐαί. 9Ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσ- 1.479 ραὴλ, διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθετε ἐκεῖθεν εἰς Αἰμὰθ Ῥαβὰ, καὶ κατάβητε εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλείων τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων.9 Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ' αὐτοῦ με- γαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δου- λείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν· εἰσ- κεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος ∆αυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη "καὶ κατεφύτευσας αὐτήν." ὀνειδίζονται δὴ οὖν, καὶ μάλα εἰκότως, ὡς ἀχάριστοι κομιδῇ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν ἐθνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παρα- λύοντος. ἀλλ' ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας. βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· 1.480 αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. ἦσαν μὲν οὖν πολλαί τε καὶ ἀνὰ μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ' οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμ- προτέρα δὲ τῶν ἄλλων ἡ ∆αμασκηνῶν καὶ Παλαιστινῶν. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν ∆αμασκοῦ βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιό- χειαν, τὴν δὲ μείω καὶ 190 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς,τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐνα-κεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ γραφὴ προτε- 1.481 ταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἑβραίων ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα ∆αμασκοῦ, τὸ Ἐπέκεινα Βαβυ- λῶνος εἰπεῖν. Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ' οἱ μὲν ἐξουθένουν τὴν Σιὼν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον. Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ' ἡμῖν τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εὐρυ- τέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπω- φελῶν εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- νουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν. Εὐρύτερος δὲ πάλιν τῆς αἱρετικῶν στενότητος ὁ περὶ τῆς ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λο- γισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας περιαθροῦντες κάλλος, εἰς 1.482 πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, "αἰχμαλωτίζοντες "πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ," τῇδέ τε κἀκεῖσε διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀπο- φοιτᾶν ἑλομένοις "τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς," προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος "Τὸ στόμα ἡμῶν "ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- "τυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν "τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς "τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.