Exposition on the Psalms · §ps061-rem-mid

Psalm ΞΖʹ rem mid

Rem mid: Psalm ΞΖʹ; lemma continues; spiritual reading with the letter.

Greek

Πῖον τοίνυν ὄρος, ὡς ἔνυδρόν τε καὶ εὐανθὲς νοητῶς· ἔστι δὲ καὶ τετυρωμένον, τουτέστι, πεπηγὸς καὶ συνεστραμμένον. Ἔκλυτον γὰρ οὐδὲν ἢ ὑδαρὲς ἐν Ἐκκλησίᾳ, ἀλλ' ἔστι τὰ πάντα συνεσφιγ μένα πρὸς εὐσέβειαν.] Τὸ ἄρμα τοῦ Θεοῦ μυριοπλάσιον. (A f. 340, E f. 127 b) Ἅρμα τοῦ Θεοῦ τὰς οὐρα νίους καὶ νοητὰς δυνάμεις φησὶν, ἐν οἷς ἐποχεῖται Θεός. Εἶεν δ' ἂν ἅρμα καὶ οἱ ἀπόστολοι, οἷς ἐποχού μενος ὁ Θεὸς Λόγος διατρέχει τὴν ὑφήλιον· καὶ οἱ μετ' ἐκείνους καθαροὶ, εὐθηνοῦντες ταῖς ἀρεταῖς, καὶ καρποφοροῦντες Θεῷ τὴν εὐσέβειαν, καὶ μυριοπλα σίους ὄντες, τῶν παρ' Ἰουδαίοις πάλαι τῆς θείας ἐπιβάσεως ἀξίων. Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. (A f. 340) Εἰς ποῖον ὕψος ἀναβέβηκεν ὁ Κύριος; Εἰς τὸ τοῦ σταυροῦ, ὡς αὐτός σε διδάσκει λέγων· "Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς," τουτέστιν, ὅταν τὸν ὑπὲρ τῆς πάντων ζωῆς ὑπομείνω σταυρὸν, "πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανὸν διὰ τοῦ τιμίου σταυροῦ, καταργήσας τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πάντας ἑλκύσας πρὸς ἑαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώπῳ. Καὶ γὰρ ἀπειθοῦν τας, κ.τ.λ. (E f. 127 b, F f. 100. Κυρίλλου καὶ Ἀθανα σίου.) Καὶ ποῖα ταῦτά ἐστιν, αὐτὸς ὁ Υἱὸς σαφηνιεῖ λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός· "Αἴ τησαι παρ' ἐμοῦ," καὶ τὰ ἑξῆς. Τοὺς γὰρ ἀπειθοῦντας πάλαι καὶ πλανωμένους ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἵνα ἐν αὐτοῖς κατοικήσας διὰ τοῦ Πνεύματος, υἱοὺς αὐτοὺς ἀποφήνῃ Θεοῦ. 69.1153 [Κύριος ὁ Θεὸς εὐλογητός. Οἱ γὰρ ἀεὶ καθ' ἑκάστην ἡμέραν προστιθέμενοι, καὶ διὰ πίστεως τῆς ἐν Χριστῷ καλούμενοι πρὸς ζωὴν, ἀκαταλήκτοις αὐτὸν εὐφημίαις δοξολογεῖν σπουδάζουσι.] Κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν. (A f. 340 b, F f. 100) Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομα λίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν· καὶ θύραν ἀνοίξει τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κη ρύγματος κατευοδωθῆναι ἡμῖν. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυ ρίου αἱ διέξοδοι τοῦ θανάτου. (A f. 340 b, E f. 128, F f. 100, H f. 150 b) Θαρ σοῦσι σαφῶς οἱ ἀπόστολοι, οὓς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάγει γενναίως ὁ Θεός. Τῆς αὐτοῦ δυνάμεως εἶναί φασι τὰς διεξόδους τοῦ θανάτου, ἤτοι τὴν ἀπαλλαγὴν, διδόντος τοῖς ἀγαπῶ σιν αὐτὸν τὸ διεξελθεῖν δύνασθαι ἤτοι ἐκφυγεῖν τοῦ θανάτου τοὺς βρόχους. Μόνος γὰρ αὐτὸς Θεὸς ὢν τοῦ σώζειν καὶ πηγὴ σωτηρίας, ἐξόδους εὕρατο τοῦ θανά του, ἀναστὰς ἐκ νεκρῶν. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασε, οὐκέτι δὲ διεξελ θεῖν δεδύνηται αὐτόν· ὁ δὲ διὰ τῶν παρόντων δηλούμε νος Κύριος, διεξόδους ποιησάμενος τοῦ θανάτου, καὶ τὴν ἀδιεξόδευτον αὐτοῦ φρουρὰν ἡμῖν διανοίξας, γέ γονε Θεὸς τοῦ σώζειν· διὸ καὶ τῷ Ἰὼβ ἔλεγεν· "Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου πε ριεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;" Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. (E f. 128, K f. 122) Τοὺς κατενεχθέντας, φησὶν, εἰς τῶν ἡδονῶν τὸν βυθὸν, καὶ εἰς τὰς κοσμικὰς φιληδονίας βεβαπτισμένους, ἐπιστρέψω πρὸς ἐμαυ τόν. Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι. (A 145 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. f. 341 b) Πῶς ἐπιστρέψουσι διδάσκει, ὅτι ἀναι ρεθεισῶν τῶν πονηρῶν δυνάμεων. Κατήγαγε γὰρ εἰς γῆν τὸ αἷμα αὐτῶν καὶ κατεῤῥαντίσθη τῷ κατανι κήματι αὐτῶν, κατὰ τὴν Ἡσαΐου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι. Ἱστορικώτερον δὲ τὰ τοιαῦτα διαγράφει ὁ λόγος, καὶ οἷον ὡς ἐπὶ πολέ μου καὶ στρατηγοῦ διαπλάττεται. Οἱ γὰρ ἐν πολέμῳ καὶ μάχαις νικᾷν εἰωθότες, τοῖς τῶν πεσόντων αἵ μασι βαπτίζουσι τὸν πόδα ἐν τῷ ἐπεμβαίνειν τοῖς ἀνῃρημένοις. Κἀνταῦθα οὗν, ἐπειδὴ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα τοὺς πολεμίους κατ αγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευ θεροῦντα, διαγράφει τῷ λόγῳ καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Σώζεις τοιγαροῦν, φησὶ, τοὺς κινδυνεύοντας, καταστρατεύῃ δὲ τῶν ἐχθρῶν, ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, βαφῇ δὲ καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐν αἵματι τῶν ἐχθρῶν. ∆έχεται πάλιν ὡς ἀπὸ πράγματος ἐναρ 69.1156 γοῦς τὸ παράδειγμα· ταῖς γὰρ τῶν θρεμμάτων ἀγέ λαις σύνεισιν ἀεὶ καὶ κύνες, ὑλακαῖς καὶ δήγμασι καταπτοοῦντες τοὺς θῆρας. Σύνεισι δὲ καὶ ταῖς λογικαῖς τοῦ Σωτῆρος ἀγέλαις ἱεροὶ καὶ πάνσοφοι κύνες, ταῖς ἑαυτῶν εὐστομίαις καθάπερ τισὶν ὑλα καῖς τοὺς ἀλλοτρίους ἐλαύνοντες θῆρας. Κύνας οὖν Κυρίου τοὺς τῆς νοητῆς ποίμνης φύλακάς φησιν, τοὺς ἁγίους ἀποστόλους καὶ τοὺς ἐπισκόπους, ὧν δὴ καὶ ἡ γλῶσσα μονονουχὶ τοῦ αἵματος τῶν νοητῶν ἐχθρῶν ἀπογεύεται. Λέγει τοίνυν ὡς μονονουχὶ θα νάτου αἰτία τῶν πονηρῶν δαιμόνων γενήσεται ἡ τῶν ἀποστόλων φωνὴ, παρ' αὐτοῦ, τουτέστι παρὰ τοῦ Θεοῦ, βοηθουμένη. Τοῦτο δὲ μεταφορικόν· τῶν γὰρ ἐχθρῶν ἀναιρεθέντων, καὶ οἱ κύνες τῶν ἀνελόν των λάπτουσι τοῦ αἵματος αὐτῶν, καὶ τὰ τούτων διασπαράσσουσι σώματα. Ἑτέρως δὲ, ποῦς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι. Ἡ γλῶσσα δὲ τῶν κυνῶν, ἤγουν τῶν ἀκαθάρτων πάλιν ἐθνῶν, ἐγεύσατο τοῦ ἀχράντου αἵματος, ὅτε ἐπέστρεψαν ἐκ τοῦ διαβόλου. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. (A f. 342) Πηγαὶ τοῦ Ἰσραὴλ εἶεν ἂν οἱ μακά ριοι προφῆται, καὶ πρό γε τούτων ὁ νόμος. Λέγει οὖν, ὡς ἄλλοθεν οὐ προσῆκεν ἡμῖν τὸν Θεὸν ἢ ἐκ τού των αὐτῶν ἀρυομένους ὑμνολογεῖν. Τοῦτο δέ φησι διὰ τὰ ἑτερόδοξα τῶν αἱρετικῶν συγγράμματα. Ἐκ γὰρ τῶν νομικῶν καὶ προφητικῶν Γραφῶν ὁ Κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ' εὐφροσύνης ὕδωρ. Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. (A f. 342 b) Ἐκεῖ ποῦ; Ἐν ταῖς Ἐκκλησίαις, ἢ ἐνμέσῳ τῶν ψαλλόντων. Τίς δὲ ὁ Βενιαμὶν, ἢ ὁ μακά ριος Παῦλος ὁ ἐκ φυλῆς Βενιαμίν; Τὸ δὲ, νεώτερος, διὰ τὸ ὕστερον αὐτῷ τῶν ἀποστόλων ὀφθῆναι τὸν Κύριον. Ἐν ἐκστάσει δὲ διὰ τὴν εἰς τρίτον οὐρανὸν ἁρπαγὴν, καὶ διὰ τὰς ὑπερβολὰς τῶν ἀποκαλύψεων, κατὰ τὸ παρ' αὐτοῦ εἰρημένον· "Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν·" καὶ διὰ τὸ θειοτέρας αὐτὸν τυχεῖν ἀλλοιώσεως. Ἐφ' οὗ καὶ ἀληθεύει τὸ, "Πρωῒ ἔδεται·" καὶ τὸ, "Ἑσπέρας διαδώσει τροφήν." Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, ἐν ὀλίγῳ τὴν πίστιν εὐηγγελίσατο. Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν. (A f. 342 b) Μέμνηται καὶ τῶν λοιπῶν τῆς Ἐκ κλησίας παιδευτῶν τε καὶ ἀποστόλων, οἳ σχεδὸν ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.