Exposition on the Psalms · §ps061-rem-close

Psalm ΞΖʹ rem close

Rem CLOSEOUT: Psalm ΞΖʹ CLOSEOUT.

Greek

ἀπόλεκτοι γεγόνασι καὶ φωστῆρες οἰκουμενικοὶ, καί φησιν ὅτι αὐτῶν τῶν ψαλλόντων ἄρχοντες καὶ ἡγεμόνες ἐχειροτονή θησαν· ἔκ τε τῆς Ἰούδα φυλῆς, ὡς οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Λευῒς ἤτοι Ματθαῖος· ἔκ τε τῆς Ζαβου λὼν καὶ τῆς Νεφθαλεὶμ, ὡς Πέτρος καὶ Ἀνδρέας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ Φίλιππος, ἀπὸ Βηθσαϊδὰ τῆς κώμης ὄντες, καὶ Ἰάκωβος ὁ Ἀλφαίου ἐκ Κα 69.1157 περναοὺμ, Σίμων δὲ ὁ Ζηλωτὴς Κανανίτης ὠνόμα σται. Ταῦτα δὲ πάντα τὰ χωρία τῆς Γαλιλαίας ἐστί· Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον ἔσχον τὸν κλῆρον· καὶ τούτου μάρτυρες δύο, ὁ μὲν προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρ τυρίαν προφέρων· ὥστε ἐκ τούτων τῶν φυλῶν οὗτοι οἱ ἀπόστολοι ὥρμηντο, οἱ καταστάντες ἄρχοντες 146 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ ἡγεμόνες τῶν Ἐκκλησιῶν. Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. (A f. 342 b, B f. 282, E f. 129, H f. 156, K f. 122 b) ∆ύναμιν τοῦ Πατρὸς τὸν Υἱόν φησι, κατὰ τὸ, "Χρι στὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία." Παρακαλεῖ τοί νυν τὸν Πατέρα ὁ ἀποστολικὸς χορὸς, ἵνα ἐντεί ληται τῷ Υἱῷ τὰ περὶ τοῦ κηρύγματος· "Ἀπ' ἐμαυτοῦ γὰρ, φησὶ, λαλῶ οὐδὲν," ἀλλ' ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Πατρός· καὶ ἵνα δυναμώσῃ αὐτοῖς ὃ κατήρτισεν αὐτοῖς, μονονουχὶ καὶ δακτύλῳ δει κνὺς, ὅτι τὸ ἠσθενηκὸς σῶμα, καὶ πεπτωκὸς εἰς θά νατον διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὅτι τοῦτο δυνα μώσει κατὰ καιροὺς ὁ Χριστός· αἰτοῦσιν οὖν ἵνα τῆς φθορᾶς ἀπαλλάξας τὸ σῶμα, τὴν ἀφθαρσίαν ἐνδύσῃ, ἀναγαγὼν αὖθις εἰς τὸ ἐν ἀρχῇ, τουτέστιν εἰς τὴν ἐν ἀρχῇ μακαρίαν καὶ ἀκήρατον ζωήν· ὃ καὶ ποιήσει Κύριος κατὰ καιροὺς, ὅτε καταβήσεται ἐξ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου. (A f. 345, E f. 129 b) Ἐπειδὴ πολλοὶ οἱ τῇ κατὰ Θεὸν πολιτείᾳ τῶν ἁγίων δυσμεναίνοντες, καὶ μά λιστα οἱ ἀκάθαρτοι δαίμονες, τούτου χάριν εὔχεται ἐπιτιμηθῆναι αὐτοὺς θηρία ὄντας καλάμου. Ἰστέον δὲ, ὅτι τόπος ἐστὶν ἐν Παλαιστίνῃ, ἐν παρόδῳ τῆς Ἱερουσαλὴμ, ᾧ ὄνομα Κάλαμος, διὰ τὸ πλείστους εἶναι τοὺς καλάμους ἐν αὐτῷ· ἐν τούτῳ λανθάνουσι λέοντες δεινοὶ ὠμοβόροι, καὶ ἕτεροι θῆρες ἄγριοι περὶ τὸ ἄλσος ἐμφωλεύοντες, οἳ καὶ ἐπεβούλευον τοῖς ἀνιοῦσιν εἰς Ἱερουσαλήμ. Οὐκοῦν ὡς ἀπὸ πράγμα τος ἐμφανοῦς εἰς ἐννοίας ἡμᾶς κεκρυμμένας καὶ πνευματικὰς ὁ τοῦ Ψάλλοντος ἀποφέρει λόγος. Τί πράττουσιν οἱ ἐν τῷ Καλάμῳ θῆρες; Ἐπιβουλεύουσι δεινῶς τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα. Τοῦτο αὐτὸ καὶ τοὺς ἀκαθάρτους δαίμονας ποιοῦντας εὑρή σομεν· ἐπιβουλεύουσι γὰρ τοῖς ἐν τῇ νοητῇ Ἱερου σαλὴμ ἀπιοῦσιν οἱ νοητοὶ λέοντες, οἱ τῇ ἀκαρπίᾳ καὶ κουφότητι τῶν ἀστηρίκτων ἐμφωλεύοντες, καὶ ἐπ αναπαυόμενοι τοῖς ξηροῖς πρὸς ἀρετὴν, καὶ ὑγροῖς πρὸς φιληδονίαν· κατὰ τὸ ἐν Ἰὼβ περὶ τοῦ διαβόλου εἰρημένον, ὅτι Ὑπὸ πᾶν δένδρον κοιμᾶται, παρὰ κάλαμον καὶ βούτομον καὶ πάπυρον. Εἰσὶ δὲ καὶ ἕτεροι τοῦ Καλάμου θῆρες ἀνοσίων αἱρέσεων εὑρε ταὶ, καὶ λανθανόντως καὶ θηριωδῶς συγγράφοντες τὰ διεστραμμένα, οἳ καθάπερ ὀδόντι τῷ καλάμῳ χρώμενοι, τὰς τῶν ἁπλουστέρων ψυχὰς κατεσθίουσιν. 69.1160 ∆ιασκόρπισον ἔθνη. –Ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. (A f. 343 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Ὡς δια σκορπισθέντων τῶν νοητῶν ἐχθρῶν, λοιπὸν ἐπὶ τὸ κήρυγμα οἱ ἀπόστολοι δραμοῦνται. Πιστεύσουσι δὲ Αἰγύπτιοί τε καὶ Αἰθίοπες, τουτέστι τὰ πέρατα τῆς γῆς· ἔσχατοι γὰρ πάντων ἐν ἀνατολῇ καὶ δύσει Αἰθίο πες. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων τοὺς ἄγαν εἰδωλολάτρας καὶ ἐναντίους τῇ λατρείᾳ τοῦ Ἰσραήλ· ἡ γὰρ Αἴγυπτος τῆς ἀσεβείας τὸ κράτος ἀνεδήσατο· διὰ δὲ τῶν Αἰθιόπων τὰ πέρατα τῆς γῆς. Πῶς δὲ προσέδραμεν ἡ Αἰθιοπία εἰς τὸ κήρυγμα, καὶ τὸ περὶ αὐτῆς προφητευόμενον τέλους τετύχηκεν, ἔξ εστιν ἀπὸ τοῦ εὐνούχου ἰδεῖν τοῦ Αἰθίοπος, ὃν Φίλιπ πος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, χεῖρα ὄντα τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὡς δυνάστην Αἰθιοπίας, καὶ καθ' ὃ ἐπὶ πάσης τῆς γάζης αὐτῆς εἴτουν τοῦ θησαυροῦ ἐτέτακτο. Ὅτι γε μὴν ἡ Αἰθιοπία πάντα τὰ ἔθνη δηλοῖ μέλανα ὄντα ἐν ἁμαρτίᾳ, παρίστησιν ἡ ἐν τῷ Ἄσματι διὰ μετανοίας λέγουσα νύμφη· "Μέλαινά εἰμι καὶ καλὴ," τὸ μὲν διὰ τὴν εἰδωλο λατρείαν καὶ τὴν κακίαν, τὸ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν· ὥστε τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ, ἤτοι ἐν τῷ εὔχεσθαι, ἢ καὶ ἐν τῷ προσάγειν δῶρα τῷ βασιλεῖ τά τε τῆς εὐσεβείας ἀρώματα καὶ τὸ τῆς θεογνωσίας χρυσίον. Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. (A f. 344) Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι' ὧν εἰργάζοντο θαυμάτων ὑπέδειξαν. Καὶ οἱ μετ' ἐκείνους δὲ τὸ διδασκαλικὸν δεξάμενοι χάρισμα, κα θάπερ τινὲς νεφέλαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμενοι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρουσιν. Ἢ τὸ, "Ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις," ἀντὶ τοῦ μεγάλη καὶ 147 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑψηλὴ καὶ περίοπτος. Ἑτέρως δὲ τῷ θεωρητικωτάτῳ Ἰσραὴλ τὰ μεγαλεῖα τοῦ Θεοῦ γνωρίζονται, καὶ ἡ δύναμις αὐτοῦ τῷ ὑπερκειμένῳ τῶν γεηρῶν. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ. (A f. 344) Οἱ τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν δι' ἑαυτῶν εὖ βιοῦντες ὑμνεῖσθαι παρασκευάζουσι, καὶ αὐτοὶ δὲ μόνοι θαυμάζουσι τὸν Θεὸν, οἷα δυνάμενοι κατανοεῖν τὰς μεγαλοπρεπεῖς οἰκονομίας αὐτοῦ. Αὐ τὸς οὖν ὁ τοῦ πνευματικοῦ Ἰσραὴλ Θεὸς, ἴσον δὲ εἰπεῖν ὁ τῶν ἁγίων Θεὸς, ἐνισχύσει καὶ τὸν νέον λαὸν, ὥστε πάντα καὶ λαλεῖν καὶ δρᾷν ὑπὲρ τῆς δό ξης αὐτοῦ· καὶ δύναμιν μὲν δώσει εἰς τὸ ῥυσθῆναι τῆς πλάνης τῶν εἰδώλων, κραταίωσιν δὲ εἰς τὸ ἐμ μεῖναι τῇ ἀμωμήτῳ πίστει Χριστοῦ· ὃς εὔνοός ἐστιν, ὡς καὶ πλάσας καὶ ἀναπλάσας καὶ τοσούτων ἀγαθῶν καταξιώσας τὸν λαὸν αὐτοῦ.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.