Exposition on the Psalms · §ps061-rem-early

Psalm ΞΖʹ rem early

Rem early: Psalm ΞΖʹ; historia and theoria on the lemma toward Christ.

Greek

τοῖς Αἰγυπτίων ἔθεσιν ἐντε θραμμένον ἐλευθεροῦν ὁ Θεὸς ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν, μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασμένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυμένων τῶν ἐν αὐτῇ κυμάτων, οὐρανοῦ τε μάννα καταστάζοντος. Καὶ νῦν ὁ Ψαλμῳδὸς δεικνὺς, ὡς ὁ καταβὰς μέχρις ᾅδου αὐτός ἐστιν ὁ καὶ πάλαι διὰ Μωσέως ἐξαγα γὼν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, φησὶ πρὸς αὐτὸν, ὅτι Καὶ τότε καθ' ὃν καιρὸν ἐξήγαγες τοὺς Ἰουδαίους καὶ προηγοῦ αὐτῶν ἐν στύλῳ πυρὸς καὶ νεφέλῃ κατὰ τὴν ἔρημον, ἡ σύμπασα γῆ ἐσείετο, τῆς φήμης τὰς ἁπάντων 143 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀκοὰς πληρούσης, ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. Ἐξάκουστα γὰρ γέγονε τὰ παρὰ σοῦ, καὶ ἔγνω ἡ σύμπασα γῆ. Ὥσπερ γὰρ εἴ τις λέγοι τυχὸν, Ἐσείσθη πᾶσα ἡ πόλις, ἀντὶ τοῦ ἤκουσε καὶ τεθαύμακεν, οὕτω νοήσεις ἐνθάδε τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· "Γῆ ἐσείσθη." Τεθαύμακε γὰρ τὰ παραδόξως ἀποτετελεσμένα παρὰ σοῦ τοῦ ἐν ὄρει Σινᾷ τοῖς υἱοῖς Ἰσραὴλ χρηματίσαντος. Ὑψηλότερονδέ. Ὅτε ἐξεπορεύετο ἀπὸ τοῦ λαοῦ αὐτοῦ ὁ Θεὸς, λέγων, "Ἀφῆκα τὴν κληρονομίαν μου καὶ μετέβην εἰς τὴν ἔρημον," τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τότε σεισμὸς καὶ μεταβολὴ πραγμάτων μεγίστη ἐγένετο. Καὶ γὰρ οἱ οὐρανοὶ τοὺς θείους καὶ πνευματικοὺς λόγους καὶ νόμους ἔσταξαν, τουτέστιν οἱ τὰ οὐράνια φρονοῦντες ἀπόστολοι. Τοῦτο καὶ διὰ τῶν δύο χιμά ρων ἐδηλοῦτο, ὧν ὁ μὲν ἐθύετο, ὁ δὲ ἀπελύετο εἰς τὴν ἔρημον, ἵνα καὶ Χριστὸν σαρκὶ πάσχοντα νοῶμεν ὑπὸ Ἰουδαίων, καὶ ἀπαθῆ κατὰ τὴν θεότητα μείναντα, καὶ ὡς εἰς ἔρημον ἀπὸ τῶν θεοκτόνων εἰς τὰ ἔθνη μεταβαίνοντα. Ἐπεφοίτησε δὲ καὶ ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη. Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονο μίᾳ σου. (A f. 338 b, E f. 126) Κατὰ μὲν τὸ γράμμα βρο χὴν ὀνομάζει τὸ μάννα, ὅπερ ἰδίως καὶ ἀφωρισμένως τοῖς Ἰουδαίοις ὑπετίζετο· κατὰ δὲ τὸ πνεῦμα βροχὴν μὲν λέγει τὸν εὐαγγελικὸν λόγον, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ παρὰ Χριστοῦ πρὸς ἡμᾶς γεγονότα, ἢ αὐτὸν τὸν ἐπιδημήσαντα Σωτῆρα τῇ ἀνθρωπότητι, καθώσ περ καὶ ἐν ἑτέρῳ ψαλμῷ "Καταβήσεται ὡς ὑετὸς," καὶ τὰ ἑξῆς. Ἑκούσιον δὲ, πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας. Τὰ γὰρ τῆς Παλαιᾶς τρόπον τινὰ οὐκ ἦν αὐτῷ ἑκούσια, οὐδὲ προηγουμένως ἐδόθη τῷ 69.1149 ἀνθρώπῳ, ἀλλ' ἐμετρήθη τῇ φύσει τῶν παραδεχομέ νων. ∆ιὸ ἔλεγε· "Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Κληρονομία δὲ Χριστοῦ ἡ ἐξ ἐθνῶν Ἐκ κλησία, κατὰ τὸ, "∆ώσω σοι ἔθνη τὴν κληρονομίαν σου." Ταύτῃ οὖν ἀφωρίσθη κατὰ βουλὴν Θεοῦ καὶ εὐδοκίαν ὁ λόγος ὁ εὐαγγελικός. Τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. (E f. 126 b. Κυρίλλου καὶ Ἡσυχίου.) ∆ηλαδὴ τοῖς ἀποστόλοις· πολλὴν γὰρ δύναμιν διασημειῶν καὶ θαυμάτων δίδωσιν. Ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. (E f. 126 b, F f.99 b) ∆ιεμερίσαντο γὰρ τὴν ὑπ' οὐρανὸν οἱ μακάριοι μαθηταί· καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἐκήρυξαν. ∆ιείλοντο τοίνυν σκύλα· τοὺς γὰρ πάλαι τῷ διαβόλῳ λελατρευκότας ταῖς νουθεσίαις ἁρπάζοντες, προσεκόμιζον τῷ Χριστῷ εἰς ὡραιότητα τοῦ οἴκου αὐτοῦ. Ὡραιότης γὰρ καὶ κόσμος ἐστὶν Ἐκκλησιῶν ἡ τῶν εἰς Χριστὸν πιστευόντων ἁγία πληθύς. [Πτέρυγες περιστερᾶς περιηργυρωμέναι. Εὐειδεστάτην ἡμῖν ὁ λόγος ζωγραφεῖ περιστερὰν, καὶ οἷον περιηργυρωμένην τὸ χρῶμα· ὥσπερ ὅταν εἴ τις ἐπὶ ἀργύρῳ λαμπρῷ καὶ διαστίλβοντι χρυσὸν ἐν δύσῃ, ἢ εἶδος ἐγχαράξῃ περιστερᾶς, καὶ φαίνηται συμμιγὲς χλωρὸν τὸ ἐν τοῖς μεταφρένοις χρυσίον, οἱονεί πως ὠχρῷ συμμεμιγμένον χρώματι, τότε περικαλλεστάτην ἀπεργάζεται τὴν περιστεράν. Ἂν τοίνυν ἐπαναπαύσωνται τοῖς ἐμοῖς κλήροις, φησὶ, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς περιηργυ ρωμέναι, ἐχούσης δὲ καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· τουτέστιν, ὡς περικαλλεστάτη γενήσεται περιστερά. Οὐ γὰρ ἔτι φρονοῦσι τὰ ἐπὶ τῆς γῆς· ἀναπτήσονται δὲ ὥσπερ ἐν τοῖς οὐρανοῖς· ἤτοι ὡς φρονεῖν τὰ ἐν τοῖς οὐρανοῖς. Ἀνωνύμου. Πτέρυγας λέγει περιστερᾶς τὴν χάριν τοῦ Πνεύματος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπὶ τὰ Ἰορδάνου ἐπεφοίτησε ῥεῖθρα· ταύτης δὲ τὰ μὲν ἁπλούστερα καὶ λευκότερα τοῖς ἁπλουστέροις προσ φέρεται, τοῖς τε τελειοτέροις δὲ τὰ βαθύτατα. Τὰ μυστήρια γὰρ, φησὶ, μοῦ ἐμοὶ καὶ τοῖς ἐμοῖς. Καὶ τοὺς μὲν ὡς ἀτελεῖς γάλα ποτίζει, τοῖς δὲ τὴν στε ρεὰν προσφέρει τροφήν. Κλήρους δὲ τὰς δύο ∆ιαθή κας καλεῖ. Ἐὰν οὖν ἑκατέρᾳ, φησὶ, διδασκαλίᾳ προσέλθητε, ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύ ματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσέταξεν. Ἀκίνητος γὰρ ὁ ὑπνῶν.] Χιονωθήσονται ἐν Σελμών. (A f. 339, E f. 127, H f. 144 b) Οἱ ἀπόστολοι δη λονότι λαμπρυνθήσονται· 144 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὗτοι τοίνυν ἐχιονώησαν ἐν Σελμών. Τὸ δὲ ἐν Σελμὼν Ἑβραϊκὴ μέν ἐστιν ἡ 69.1152 φωνὴ, ἑρμηνεύεται δὲ ἀνταπόδοσις. Καὶ αὐτοὶ γοῦν οἱ διασταλέντες χιονωθήσονται ὡς ἐν ἀνταποδόσει, τουτέστι λαμπροὶ γενήσονται, μισθὸν ὥσπερ τῆς εἰς Χριστὸν γνησιότητος λαβόντες τὴν λαμπρότητα. Προλέγει οὖν τὴν τῆς Πεντηκοστῆς ἡμέραν, καθ' ἣν τὸ Πνεῦμα ἐν Σελμὼν, τουτέστιν ἐν Ἱερουσαλὴμ, ἐδέξαντο καὶ ἐλαμπρύνθησαν οἱ ἀπόστολοι, οἷς διῄρει τὴν τῆς οἰκουμένης βασιλείαν, καὶ τῷ μὲν τῶνδε τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστατεῖν ἐκέλευεν. [Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον. Πῖον δὲ ὄρος φησὶν εἶναι, καὶ μὴν καὶ τετυρωμέ νον· πῖον μὲν, ὡς ἔνυδρόν τε καὶ πρὸς τούτῳ καὶ εὐανθὲς, διά τε τοῦτο πολλὰς ἔχειν δυνάμενον προ βάτων ἀγέλας. Πλεῖστα γάρ εἰσιν ἐν Ἐκκλησίαις τοῦ Σωτῆρος τὰ θρέμματα τοῖς τῆς θεοπνεύστου Γραφῆς ἐνσπαταλοῦντα λόγοις, καὶ τὸν θεῖόν τε καὶ οὐράνιον ἐκπίνοντα λόγον. Ἐν ταύταις γάρ ἐστιν ὁ Χριστὸς, ὁ λέγων· "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω."

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.