Expositio in Psalmos Psalm ΞΖʹ opening
Psalm ΞΖʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΞΖʹ. — ἐνώπιον αὐτοῦ,
Greek
ΨΑΛΜΟΣ ΞΖʹ. Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. (E f. 124 b) Ἕως μὲν γὰρ ἀνεξικακῇ καὶ οὐκ ἐπιφέρῃ τοῖς πλημμελοῦσιν τὴν αὐτοῖς πρέπουσαν κόλασιν, νοεῖταί πως καθεύδειν καὶ ἠρεμεῖν· ὅταν δὲ τῆς ἀγανακτήσεως κινήσῃ τὸ μέτρον, τότε πως καὶ ἐξανίστασθαι καὶ καταστρατεύεσθαι τῶν ἰδίων ἐχθρῶν· καὶ πρὸς τοῦτο αὐτὸ ἐγκαλοῦνται τῶν ἁγίων οἱ λόγοι. Ὅτε τοίνυν γέγονεν ἄνθρωπος, τότε γὰρ καὶ δι εσκορπίσθησαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ πεφεύγασιν οἱ μισοῦντες αὐτόν. Ἄσατε τῷ Θεῷ, κ.τ.λ. Τὴν γὰρ ὁδὸν, τὴν ἄγουσαν ἐπὶ τοὺς οὐρανοὺς, ὁδοποιεῖν παρακελεύεται τοῖς ἐπουράνιον ἀγνοοῦσι Πατέρα, καὶ ταῖς ἐστερημέναις τοῦ νυμφίου χήραις ψυχαῖς. Τούτων γὰρ καὶ ἔκδικος καὶ κριτὴς ἦλθε γενέσθαι. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές· οὐ γὰρ εἴρηκεν ἁπλῶς, "Ἀγαλλιᾶσθε," προστέθεικε δὲ 142 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀναγκαίως τὸ "ἐνώπιον αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ τίς ἡ τοῦ λό γου ἐπιτήρησις ἀναγκαῖόν ἐστιν ἰδεῖν· ἀγαλλιῶνται μὲν γὰρ ἔσθοτε καὶ οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πλὴν οὐκ ἐνώπιον αὐτοῦ· οὐ γὰρ ἀξιοῖ βλέπειν αὐτοὺς ἑορτάζοντας. Καὶ διὰ ποίαν αἰτίαν, ὁ προφήτης ἡμᾶς διδάξει λέγων περὶ αὐτῶν· "Μετὰ γὰρ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χει ρῶν αὐτοῦ οὐ κατανοοῦσι."] Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν. (A f. 337, F f. 98 b) Τὸ κηδεμονικὸν τοῦ Θεοῦ παρέστησε, πατέρα εἰπὼν, καὶ τὸ δικαστικὸν κριτὴν, 69.1145 καὶ ὅτι κηδεμών ἐστι τῶν ἀπροστατεύτων, καὶ κρι τὴς τῶν ἀδικουμένων. Ἀλλὰ τίνες οἱ ταραττόμενοι, ἢ οἱ ἀλιτήριοι δαίμονες; Ἐπειδὴ γὰρ κέκληνται τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας, ἀναγκαίως ἐκεῖνοι τα ράττονται ὡς καὶ βοᾷν· "Τί ἡμῖν καὶ σοί;" Οἱ δὲ πάλαι πλανώμενοι καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρευκότες, ὀρφανοί τινες ὄντες κατὰ τόνδε τὸν κόσμον ἀνεπικούρητοι παντελῶς, καὶ πρὸς πᾶσαν πλεονεξίαν ἕτοιμοι, καὶ χῆραι μὴ ἔχουσαι τὸν νυμ φίον Λόγον, διηρπασμένοι τε παρὰ τοῦ Σατανᾶ, καὶ μερίδες ἀλωπέκων γεγονότες, ἐπειδὴ πεπιστεύκασιν εἰς Χριστὸν, πεπλουτήκασι πατέρα τὸν Θεὸν ὡς κηδε μόνα, καὶ νυμφίον τὸν Χριστὸν τὰς θείας αὐτοῖς ἐνιέντα γονὰς, ὡς συναφθέντες αὐτῷ διὰ τῆς πί στεως. Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. (E f. 125 b) Τόπος ἅγιος τοῦ Θεοῦ οἱ ἀγαπῶντες αὐτὸν, ἢ καὶ παντὸς ἁγίου ψυχή. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. (A f. 337 b) Βεβαίαν αὐτοῖς, φησὶ, καὶ ἀσφαλῆ χαρίζεται τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς διαμονήν. Τοῦτο γάρ ἐστι τὸ ἐν οἴκῳ κατοικίζεσθαι παρὰ Θεοῦ. Τίς δὲ ὁ μονότροπος, εἰπεῖν ἀναγκαῖον. Πολλοὶ μὲν γὰρ παρεδέξαντο τὴν εἰς τὸν Κύριον πίστιν, ἀλλ' οὔπω παντελῶς τὴν ἑαυτῶν διάνοιαν ἀποστήσαντες τῆς ἀρχαίας ἀπάτης, νοσοῦσι ἐκ μέρους. Θεὸν μὲν γὰρ εἶναι πιστεύουσι Χριστὸν, ἀλλ' ἔχουσιν Ἑλληνι κὰς διαθέσεις ἐν ἑαυτοῖς· καὶ γὰρ παραιτοῦνται τῶν ἐδεσμάτων τινὰ ὡς βδελυρὰ, καὶ ἡμέρας παρατη ροῦνται· ἀλλὰ καὶ εἱμαρμένην τινὰ καλοῦσι καὶ τύ χην καὶ γένη ἀναπλάττοντες, δι' αὐτῶν νομίζουσι διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα. Ὁ δὲ οὕτω πεφρονηκὼς, καὶ τοῦτο μετὰ πίστιν, οὐκ ἔστι μονό τροπος, πολυγνώμων δὲ μᾶλλον καὶ πολύτροπος καὶ ἀνασφαλὴς καὶ σεσαλευμένος. Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ. (A f. 338) Ὅμοιον τῷ, "Ὁ λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύπτεσθε." ∆εσμοὶ δὲ καὶ σκότος ἡ τῶν εἰδώλων λατρεία καὶ ἡ ἐν ᾅδῃ κατοχή. Τοῦτο οὖν φησιν, ὅτι καὶ ἐν ᾅδῃ πορευθεὶς ἐν ἰσχύϊ θεότητος καὶ τοῖς ἐκεῖ πνεύμασιν ἐκήρυξεν ἀπειθήσασί ποτε, καὶ τοὺς σειραῖς ἁμαρ τημάτων πεπεδημένους καὶ δεσμοῖς πρότερον διαβο λικοῖς κατεσφιγμένους ἠλευθέρωσε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὅντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν τοῦ θανάτου δεσμῶν. Οὐ μόνον δὲ τοὺς ἐξ ἐθνῶν πι 69.1148 στεύσαντας ἠθέλησεν ἐλευθεροῦν, ἀλλὰ καὶ τοὺς ἐκ περιτομῆς· τούτους γὰρ ἀποκαλεῖ παραπικραίνοντας. Ἢ παραπικραίνοντας τοὺς ἀπιστοῦντας λέγει, οὓς καὶ αὐτοὺς ἐβούλετο ἐξαγαγεῖν. Ἐπιμένοντες δὲ τῇ ἀπιστίᾳ ὡς ἐν τάφοις δυσώδεσι τοῖς οἰκείοις σώμασι κατοικοῦσι. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου. (A f. 338, H f. 138 b) Ὅτε τοῖς εἰδώλοις λελατρευ κότα τὸν Ἰσραὴλ, καὶ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.