Expositio in Psalmos Psalm Νʹ opening
Psalm Νʹ.
Lemma-led open on ΨΑΛΜΟΣ Νʹ. — Εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·
Greek
ΨΑΛΜΟΣ Νʹ. 123 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. [Ἐπακούσας ὁ ∆αβὶδ προφητικοῦ Πνεύματος θεσ πίσαντος διὰ τοῦ προλεχθέντος ψαλμοῦ περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ὡς ἔλεγε τῷ ἁμαρτωλῷ· "Εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·" πληγεὶς ἐπὶ τῇ μνήμῃ τῆς κλεψιγάμου μοιχείας, φθάνει τοῦ Θεοῦ τὴν κρί σιν, ὥσπερ στήλην κατηγορίας καθ' ἑαυτοῦ τὸν προ κείμενον συνάψας ψαλμόν. Ἐφοβήθη γὰρ ἀκούσας· "Ὡς Θεὸς ἐμφανῶς ἥξει, καὶ τὸ πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα." ∆ιὸ πρὸς τὸν ἔλεον κατέφυγε τοῦ Θεοῦ. Καὶ πάλιν ἀκούσας· "Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον·" εἰς ἔννοιαν ἦλθε τῆς κατ' Οὐρίου σκευωρίας, ἣν περὶ τοῦ δεῖν ἀναιρεθῆ ναι κατὰ πόλεμον ἔγραψε. Καί φησιν· "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω." Καὶ πάλιν· "Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός." Καὶ πάλιν ἀκούσας, "Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου," φησίν· "Ἀπό[σ]τρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου." Ἦν δὲ πάλιν πυθόμενος· "Οὐ προσδέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους·" πρὸς ὃ ἐπήγαγεν· "Ὅτι εἰ ἐθέ λησας θυσίαν, ἔδωκα ἄν." Τὰ δὲ κατὰ τὸν Οὐρίαν καὶ τὸν ἔλεγχον τοῦ Νάθαν, ἐν τῇ δευτέρᾳ γέγραπται τῶν Βασιλειῶν. Πρὶν δὲ τὸν Νάθαν ἐλθεῖν πρὸς αὐ τὸν οὐκ ἐξωμολογεῖτο, περὶ τῆς ἁμαρτίας, κεκρατη μένος ὥσπερ ὑπὸ κάρου καὶ μέθης. Ἀλλὰ οὐδὲ μετὰ τὴν ἁμαρτίαν εὐθὺς ὁ προφήτης ἀφίκετο. Τὸ γὰρ, "Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων," καὶ ἐπὶ τοῦ ∆αβὶδ ἦν εἰπεῖν. Οὐ γὰρ ἐχρῆν αὐτοῦ περικοπῆναι τὸ αὐτεξούσιον, καὶ χείρονα γενέσθαι κρυπτομένης ἐν βάθει τῆς μοχθηρίας. Ὅτε δὲ πᾶσαν εἰς τὸ ἐμφανὲς ἤγαγε τὴν κακίαν, καὶ ἡ νόσος χρόνου μεταξὺ γεγονότος παρήκμασε, κατά στασίν τε ἀνελάμβανεν, ἐν εὐσταθείᾳ τότε κατὰ και ρὸν ὁ προφήτης ἰατρικῶς ἐπάγει τὸ διὰ τῶν ἐλέγχων βοήθημα, οὐκ ὠμοῦ τοῦ πάθους ὄντος, οὐδὲ μὴν ἔτι φλεγμαίνοντος. Εἰκότως οὖν ἡ Γραφὴ καὶ τὸν χρόνον ἐπισημαίνεται λέγουσα· "Καὶ συνήγαγε αὐτὴν μετὰ τὸν θάνατον τοῦ αὐτῆς ἀνδρὸς εἰς τὸν οἶκον αὐτοῦ ὁ ∆αβὶδ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱὸν, καὶ ἐφάνη πονηρὸν τὸ ῥῆμα ὃ ἐποίησε 69.1088 ∆αβὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν πρὸς ∆αβίδ." Ὡς εἶναι μεθ' ὅλον ἐνιαύ σιον χρόνον. Πρὸ δὲ τούτου τῆς ψυχῆς ἔτι τεθολωμέ νης, ἢ καὶ οὐκ ἂν ἐνέσχετο τῶν ἐλέγχων, ἤ τι καὶ δεδράκει κατὰ τοῦ προφήτου δεινὸν, κατὰ τοὺς ἐν νόσῳ παρακόπτοντας, οἳ καὶ γονεῦσι καὶ φιλτάτοις καὶ αὐτοῖς ἰατροῖς ἐπανίστανται. Τί οὖν ἄρα τῆς τοσ αύτης ἁμαρτίας ἀνδρὶ τοσούτῳ τὸ αἴτιον; αὐτὸς ἐδίδαξεν ὁ Νάθαν διὰ τοῦ παραδείγματος· ∆ύο φησὶν ἄνδρας γεγονέναι, τὸν μὲν πλούσιον, δηλαδὴ τὸν ∆α βὶδ, τὸν δὲ πένητα, τὸν Οὐρίαν· εἶτα παροδίτην εἰσάγει ξένον ἐπιδημήσαντα τῷ πλουσίῳ, αἰνιττόμενος ξένον ἐπιδημῆσαι πνεῦμα τῇ ψυχῇ τοῦ ∆αβίδ· χωρὶς γὰρ δυνάμεως διαβολικῆς οὐκ ἂν εἰς τοσαύτην ἀφρο σύνην ἤλασεν τοσοῦτος ἀνὴρ, ὁ καὶ ἐν ἀκμῇ τῆς ἡλι κίας γεγονὼς ἐγκρατής. Τοιγαροῦν ἐν τῷ τὸν Σαοὺλ ὑποφεύγειν εἶχε μὲν ἐπὶ τῆς ἐρήμου τὴν Ἀχιναάν· εἶχε δὲ τὴν Ἀβιγαίαν τελευτήσαντος τοῦ αὐτῆς ἀν δρός· ἀλλ' οὐδαμοῦ φαίνεται παρὰ τὴν φυγὴν πλη σιάσας αὐταῖς· οὐδὲ γὰρ παῖδας ἔσχεν, εἰ μὴ μετὰ τελευτὴν τοῦ Σαούλ. Ἱκετηρίας γὰρ καὶ προσευχῶν ὁ τῆς φυγῆς ὑπῆρχε καιρός. Μετὰ δὲ τὴν βασιλείαν, φησὶν ἡ Γραφὴ, παῖδες αὐτῷ γεγόνασιν ἐν Χεβρών. Τὸ δὲ πνεῦμα τὸ καταστρέφον μεγάλας ψυχὰς εἰδὼς ὁ Σολομὼν ἔλεγεν· "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς."] Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. (A f. 287 b, B f. 197 b, L f. 134.) Οὐδὲν δὲ οὕτως εἰς ἔλεον ἐπισπᾶται ∆εσπότην, ὡς ὁμολογία πλημ μελήματος· διὸ καὶ ὁ ∆αβὶδ ὅλον εἰς ἑαυτὸν ἱκετεύει χεθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγήν. Ὡς γὰρ ἐπὶ τοῦ ἐλέου τὸ μέγα ᾔτησεν, οὕτως καὶ ἐπὶ τῶν οἰκτιρμῶν τὸ πλῆθος ἐξῄτησεν, ὡς μεγάλου ὄντος τοῦ πλημμελήματος, καὶ μὴ δυναμένου ἄλλως ἐξαλειφθῆναι, εἰ μὴ ἀναλόγου τύχῃ 124
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.