Psalm Νʹ rem early
Rem early: Psalm Νʹ; historia and theoria on the lemma toward Christ.
Greek
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. φιλανθρωπίας. Μόνων γάρ ἐστιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαι φονίας ἀπολοῦσαι τὰς χεῖρας. Ἐλεεῖ δὲ τὴν φύσιν ὁ πλάσας αὐτήν· οἶδε γὰρ ὅτι πολὺ νοσοῦσα τὸ ἀδρα νὲς, κατασείεται προχείρως εἰς τὰ βέβηλα τῆς σαρ κὸς πάθη. Καταληΐζεται γὰρ εὐκόλως τὸν ἀνθρώπι νον νοῦν ὁ τῆς ἁμαρτίας εὑρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον. Προσιτέον οὖν τῷ ἰατρῷ τῶν πνευμάτων, ἵνα τὸ εὐσθενὲς ἐργάσηται τῷ νῷ· πᾶσα γὰρ, ἰσχὺς παρ' αὐτοῦ. Τάχα δὲ προγνοὺς ὁ ∆αβὶδ, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείφων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτων λαμπρὰν εἰκότως χάριν καλεῖ. Γέγραπται γὰρ ὅτι "Πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς." Κατὰ γὰρ τὸν Ἀπόστολον· "Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Ἀνόμημα δὲ τὸ πλημμέλημα, ὅτι διπλῆν ἔχει τοῦ νόμου παράβασιν. 69.1098 Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, κ.τ.λ. (A f. 287 b, B f. 197 b, I f. 288, K f. 98 b.) Λέγων δὲ τὸ, "Ἐπιπλεῖον πλῦνόν με," πάλιν ὅρα, κατὰ τὸ εἰκὸς, εἰς τοῦ Χριστοῦ μυστήριον. Εἶχεν μὲν γὰρ καὶ ὁ νόμος τὴν δι' ὕδατος κάθαρσιν, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· "Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντί ζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα." Πλὴν ὁ τύπος ἦν ἀδρανὴς εἰς ἀπόνιψιν ἁμαρτίας, ἐπράττετο δὲ μόνον πρὸς τὴν καθαρότητα τῆς σαρκός· ἡ δέ γε διὰ Χριστοῦ καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις καὶ δύναμις, ὑπερ βαίνουσα τὴν ἐν νόμῳ κάθαρσιν, ἐπιπλεῖον ἐκπλύνει· μᾶλλον δὲ καὶ τὸν εἰς ἅπαν ἐργάζεται καθα ρισμὸν καὶ αὐτῆς τῆς ψυχῆς. Σοὶ μόνῳ ἤμαρτον, κ.τ.λ. (A f. 288, B f. 198, I f. 288 b, K f. 99.) Ἀσεβὴς ὁ λέγων βασιλεῖ· Παρανομεῖς, ἔφη που ἡ θεία Γραφή. Ἐπειδὴ τοίνυν οὐδεὶς ἦν ὁ ἐλέγχειν με δυνάμε νος ἡμαρτηκότα, ἐπηνώρθωσας δὲ σὺ μόνος, "Σοὶ καὶ μόνῳ ἥμαρτον." Καλῶς δὲ προστέθεικε· "Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·" τοῦτο γὰρ καὶ ἐν τῇ ἱστορίᾳ τέθειται· ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. (I f. 288 b.) [Ἐγὼ] μὲν, φησὶ, πρόξενος ἐγενόμην κακῶν, τὸ δὲ σὸν δίκαιον ἀναλάμπει καὶ οὕτως. Κρί σεως γὰρ γενομένης, καὶ τῶν παρὰ σοῦ εἰς ἐμὲ γενο μένων φερομένων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τε τολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀπο φανθήσῃ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνο μος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν αἰτίας ἐνταῦθα δηλωτικόν· οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ὁ ∆αβὶδ ἵνα ὁ Θεὸς δικαιωθῇ, ἀλλὰ τοὐναν τίον καὶ ὑπὸ τῆς ἁμαρτίας τούτου, τοῦ Θεοῦ τὸ δί καιον ἀναδείκνυται. Πάντων γὰρ ἀνθρώπων πεποίη ται πρόνοιαν. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. (A f. 288 b.) Τοῦτο δὲ λέγει οὐχ ὅτι φυσικὴ ἡ τῆς ἁμαρτίας ἐνέργεια (ἀτιμώρητος γὰρ ἂν ἦν), ἀλλ' ὅτι τὸ εὐόλισθον τῇ φύσει συγκεκλήρωται· νικᾷ δὲ ὅμως γνώμῃ καὶ πόνοις, ἀλλ' οὐκ ἀνάγκῃ κρατεῖται διὰ τὸ αὐτεξούσιον. (A f. 298.) Λέγοιεν δ' ἂν καὶ οἱ ἐν Βαβυλῶνι κατά τινας πρὸς Θεόν· Εἰ δίκας με ἀπαιτῆσαι βούλει ὧν ἐπλημμέλησα εἰς σὲ, ὥρα σοι καὶ τοὺς προγόνους εἰσπράττεσθαι· οὐδὲ γὰρ ἐκεῖνοι εὐγνώμονες ὤφθη σαν. Τρόπον οὖν τινα, τὴν τῶν πατέρων ἀγνωμοσύ νην ἐκληρονόμησα, καὶ ἐξ ἐκείνων τὸ ἁμαρτάνειν ἐπισύρομαι. 69.1092 (B f. 18 b, I f. 298.) Ἔθος τοῖς ἁγίοις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἔλεον διὰ πλείστων μὲν ὅσων ἔσθ' ὅτε φωνῶν, πλὴν καὶ διά γε τοῦ κατηγορεῖν ἐπείγεσθαι τῆς ἐνούσης ἀσθενείας τῇ ἀνθρώπου φύσει. Ἔστι γοῦν ἀκοῦσαι βοώντων· "Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ." Καὶ πά λιν· "Μνήσθητι τίς μου ἡ ὑπόστασις." Ἐναργέστε ρον δὲ τοῦτο τιθεὶς ὁ τληπαθέστατος Ἰὼb, ἀνεφώνει πρὸς Θεόν· "Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύ ρασας δέ με ἴσα τυρῷ; ∆έρμα καὶ κρέα με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί." Τοσοῦτον δή τοι καὶ νῦν διὰ τῶν προκειμένων στίχων ὑποδηλοῦσθαί φαμεν. Αὐτὴν γὰρ ἡμῶν τῆς γενέσεως τὴν ἀρχὴν οὐ δίχα ῥύπου φιλοσαρκίας γενέσθαι φησί. Τίμιος μὲν γὰρ ὁμολογου μένως ὁ γάμος καὶ πέρα διαβολῆς τὸ χρῆμα παρὰ Θεῷ. Πλὴν εἴ τις 125 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. περιεργάσαιτο τῆς συνόδου τὴν πρόφασιν, ὄρεξιν εὑρήσει σαρκὸς ... αὐτὴν, κἂν μὴ ἐπαμύνηται ὡς ἁμαρτία τὸ δρώμενον. Κολάζεται γοῦν ἡ σύνοδος, ἐὰν μὴ νόμον ἔχῃ τὸν βραβευτὴν, καὶ παιδοποιίας ἔφεσιν τὴν ἀληθῆ τοῦ πράγματος ἀφορμήν. Οὐκοῦν, τό γε ἧκον εἰς ὀρέξεις μόνας καὶ κίνημα σαρκικὸν, ἐν ἀνομίαις ἡμῶν ἡ σύλληψις, καὶ ἐν ἁμαρτίαις κισσῶσιν αἱ μητέρες. Εἰ δὲ ῥίζαν ἔχει τὴν φιλοσαρκίαν τῶν σωμάτων ἡ γένεσις, νοσεῖ που πάντως αὐτὴ, καὶ τὰ ἐξ αὐτῆς γεννώμενα. Καὶ γοῦν ὁ ἱερώτατος Παῦλος πλείστην ὅσην τὴν καταβοὴν τῶν σαρκικῶν ἐποιήσατο κινημάτων οὕτω λέγων· "Συν ήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρω πον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσίν μου. Ταλαί πωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώμα τος τοῦ θανάτου τούτου;" Χάρις δὲ τῷ Θεῷ διὰ Ἰη σοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' οὗ καὶ τῆς ἁμαρ τίας ἐτιθασσεύθη νόμος, καὶ τῶν σαρκικῶν κινημάτων ἡ προσβολὴ τοῖς ..αν νεύμασι, καὶ οὐχ ἐκου... χωρεῖ. Κατώρθωκε ... καὶ τοῦτο μετὰ τῶν ἄλλων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος. Καὶ πιστώσεται [πάλιν ὁ] θεσπέσιος Παῦλος· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρ κὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα" Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. (A f. 289, B f. 199 b.) Ἔδειξεν ὡς ἐξ ἀρχῆς ἡ ἀν θρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ἀπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάρᾳ ἡ γένεσις γέγονεν. Ἄνωθεν δὲ ὑφαίνει τὸν λόγον ἵνα δείξῃ τὸ μέγεθος
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.