Exposition on the Psalms · §ps047-rem-close

Psalm ΜΘʹ rem close

Rem CLOSEOUT: Psalm ΜΘʹ CLOSEOUT.

Greek

τῆς τοῦ Ψάλλοντος λύρας προσεγγυᾷ καὶ διαμαρτύρεται τοῖς ἐξ Ἰσραὴλ λέγων· "Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι." Ἵνα δὲ μή τις 122 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑπο λάβοι, μὴ τὰ ἀπὸ στόματος Κυρίου μᾶλλον, ἀλλ' ἐκ καρδίας τῆς ἑαυτοῦ τὸν Ψάλλοντα ποιεῖσθαι τοὺς λόγους, προσεπήνεγκεν· "Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ." Ποῖος οὖν; Ἀγαθὸς, ὁ ἐκ καμίνου σιδηρᾶς ἀπαλλάξας τὸν Ἰσραὴλ τῆς Αἰγυπτίων πλεονεξίας, ὁ τὴν διὰ θαλάττης ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διάφορον. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. (B f. 194 b, I f. 281 b, L f. 132.) Ὡς ἐν ἔθει δὲ 69.1084 ληπτέον τὸ, "Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω." Τὸ γὰρ ἀνέφικτον ὡς ἐφικτὸν ὑποτίθεται, διελέγχων τοὺς ἀνοήτους. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, "Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ." Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, κ.τ.λ. (B f. 195.) Ὅτι μὴ τοῖς τῶν εἰδώλων θεραπευ ταῖς, καὶ τοῖς οὔπω τὸ θεῖον πλουτήσασιν φῶς τὰ τοιάδε προσδιαλέγεται Θεὸς, ἀλλὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, δῆλον ἂν εἴη δήπουθεν. Ποία γὰρ ἦν ὅλως παρ' ἐκείνοις τοῦ θείου νόμου μελέτη, οἳ μηδὲ ὅτι τέθειται διεγνώκασιν; Τίς δὲ παρ' ἐκείνοις ἦν ὁ τὴν θείαν διαθήκην ἀναλαβὼν ἐπὶ στόματος; Ἁμαρτω λὸν οὖν ἄρα φησὶν ἐν τούτοις τὸν ἀπειθῆ καὶ ἀλύτρω τον Ἰουδαῖον τὸν ἔτι δοῦλον τῆς ἁμαρτίας. "Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας." Οὐ γὰρ ἠλευθέρωσεν αὐτοὺς ὁ Υἱός. [Εἶτα ἐγὼ μὲν ἀνεξικακῶν σεσίγηκα, καὶ οὐχ ὑπήρτησά σοι παραχρῆμα πλημμελοῦντι τὰς δίκας, περιμένων τὴν μετάγνωσιν· ὑπέλαβες δὲ σὺ ὅτι ἔσομαί σοι ὅμοιος, τουτέστιν, ᾠήθης ὅτι οὐκ ἀνεξι κακῶν σεσίγηκα μᾶλλον, ἀλλ' ἐπαίνων τὸν σὸν ἀξιώσας βίον, ἢ τάχα που καὶ ἡσθεὶς ἐφ' οἷς ἔδρασας παρὰ νόμον. Ἐλέγξω δὴ οὖν σε, τὴν δίκην ἐπιθεὶς, καὶ τῶν ἐκτόπως βεβιωμένων πραττόμενος λόγους, καὶ οἷον κατὰ πρόσωπόν σου τὴν σὴν ἀνομίαν ἱστὰς, ἵνα σε κολάσῃ τὸ συνειδός· καὶ αὐτὸ συμμαχεῖται τὸ πλημμέλημα τὸ σὸν κατηγοροῦν σου καὶ κατακρί νον· δεινὸν γὰρ εἰς ἐλέγχους τὸ συνειδός.] Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. (B f. 15 b.) Καθήμενοι δὲ καὶ ἐν συνεδρίοις κατ ελάλουν Χριστοῦ λέγοντες· "Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐ τὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῖν καὶ τὸ ἔθνος καὶ τὴν χώραν." Τότε καὶ τὸ κατ' αὐ τοῦ σκάνδαλον ἐτεκτήναντο, καὶ τὴν τοῦ θανάτου πάγην ἐσκεύασαν· προσήγαγον γὰρ Πιλάτῳ καὶ σταυροῦσθαι παρεκάλουν. Εἰ δὲ ἀδελφὸν τῶν Ἰου δαίων καὶ υἱὸν τῆς μητρὸς αὐτῶν ὀνομάζει Χριστὸν, οὐκ ἔξω φέρεται τοῦ καθήκοντος τὸ χρῆμα λόγου. Γέγονεν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων, καὶ υἱὸς ἂν λέγοιτο διὰ τοῦτο τῆς Συναγωγῆς. Καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ. (A f. 286 b, I f. 283 b.) Ἐπιτήρησον γὰρ ὅτι, καί τοι πάλαι δοθέντος τοῦ νόμου, ὡς οὔπω δειχθείσης τῆς ὁδοῦ δι' ἧς ἄν τις ἐλάσαι πρὸς σωτηρίαν, ἐπιδεί ξειν αὐτὴν ἐπαγγέλλεται. Ἀσυγκρίτως δὴ οὖν ἐν ἀμείνοσι τῶν διὰ Μωσέως τὰ διὰ Χριστοῦ, εἴπερ ἐν αὐτοῖς ἡ τῆς σωτηρίας ὁδὸς, αὐτὸς ἂν νοοῖτο ὁ Χρι στὸς, καὶ τὰ δι' αὐτοῦ θεσπίσματα. Ἔφη γοῦν Ἡσαΐας μὲν ὁ θεσπέσιος· ["Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κλη θήσεται." Καὶ πάλιν Ἱερεμίας· "Στῆτε ἐν ταῖς 69.1085 ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐ τῇ, καὶ εὐρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν." Ἑαυ τόν γε μὴν ὁ Σωτὴρ τὴν ὁδὸν ὄντα τὴν σωτήριον ἀπέφηνε, λέγων· "Ἐγώ εἰμι ἡ ὁδός." Ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητὴς, "Οὐκ ἔστι ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς·" οὕτω καὶ ὁ θεῖος ∆αβὶδ αὐτὸν εἶναί φησι τὸ ἀληθὲς καὶ μέγα καθάρσιον.]

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.