Psalm ΜΘʹ rem mid
Rem mid: Psalm ΜΘʹ; lemma continues; spiritual reading with the letter.
Greek
121 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. κοινωνία γέγονεν ἀνθρώποις καὶ ἀγάπης δεσμὸς πρὸς τοὺς ἁγίους ἀγγέλους. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ· "Παρεμβαλεῖ ἄγγελος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς." Συμπράττοντες τοίνυν τοῖς ἁγίοις μυσταγωγοῖς διακρίνουσι καὶ αὐτοὶ τὸν λαὸν Κυρίου. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. (B f. 193, I f. 278.) Νοήσεις καὶ οὕτως, ἅπερ μοι δοκεῖ ἄμεινον εἰρῆσθαι. Τοῦτό ἐστιν ἐναργῶς τὸ δια κρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογι κῶν, καὶ παρὰ τῶν τεταγμένων ἱερουργεῖν τὸ εὐαγ γελικὸν καὶ σωτήριον κήρυγμα. Αὐτοῖς γὰρ δὴ τὸ Πνεῦμα διακελεύεται συναγείρειν Χριστῷ τοὺς ὁσίους αὐτοῦ. "Οὓς προέγνω, φησὶ, καὶ προώρισε συμμόρ φους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν." Οὐκοῦν ἐξ ἁπάσης τῆς γῆς τοὺς ἤδη προεγνωσμένους ὡς ἔσονται πιστοὶ καὶ γνήσιοι, συγκομίσατε, φησίν· οἱ δὲ καὶ διατίθενται, τουτέστι πληροῦν ἐπείγονται τὴν δια θήκην Χριστοῦ ἐπὶ θυσίαις οὐχὶ ταῖς δι' αἱμάτων καὶ καπνῶν, ἐπὶ πνευματικαῖς δὲ μᾶλλον. Γέγραπται γάρ· "Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον." Ταῖς τοιαύταις θυσίαις ἐπιγάννυται Θεός· προσδέξεται δὲ πάλιν ἐν εὐωδίας τάξει τῆς νοητῆς τὴν δοξολογίαν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδός· "Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ." Πλεῖστα δ' ἄν τις καὶ ἕτερα τούτοις ἐπισωρεύσειεν εὐκόλως, δι' ὧν ἔνεστιν ἰδεῖν ὅτι τῆς δοξολογίας τὸ χρῆμα γένοιτ' ἂν εἰς θυσίαν εὐπαρά δεκτον τῷ Θεῷ. Εἶτ' ἐφεξῆς φησι· Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην σου, Κύριε. (A f. 282 b, B f. 193 b, I f. 278.) Ὅτι πρό γε τῶν 69.1081 ἄλλων προὔθηκε τὸ σωτήριον κήρυγμα τοῖς ἐξ Ἰσ ραήλ· ἧσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες. Ἐπειδὴ δὲ γεγόνασι πονηροὶ καὶ ἀμείλικτοι, καὶ τῶν εὐαγγελι κῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, τὴν τοῦ κα λοῦντος εἰς σωτηρίαν ἀπεώσαντο χάριν, μεταπεφοίτη κεν δὲ ἀναγκαίως ἐπὶ τὰς ἐθνῶν ἀγέλας, καὶ πᾶσαν ἐκτήσατο τὴν ὑπ' οὐρανόν. Καὶ ταύτης ἕνεκα τῆς ὁσίας ψήφου ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύ νην αὐτοῦ· κριτὴς γάρ ἐστι δίκαιος, ὅσιός τε καὶ ἀγαθός. Ἐδίκασε δὲ καὶ ἑτέρως τοῖς τε ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῷ πονηρῷ καὶ ἀποστάτῃ δράκοντι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκ βληθήσεται ἔξω· καὶ ἐγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καίτοι φησὶν αὐτός· "Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κό σμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." Πῶς οὖν γέγονε κρίσις τοῦ κόσμου τούτου; Κατεψηφίσατο ὡς πλεονεκτοῦντος τοῦ Σατανᾶ καὶ σὺν αὐτῷ τῶν ἀλιτηρίων δαιμόνων· δεδικαίωκε δὲ τοὺς ἐπὶ τῆς γῆς ὡς ἠδικημένους. Ἐνταῦθα κριτὴν σαφῶς οἶδεν ὁ ∆αβὶδ τὸν Χριστόν· καὶ ὅτι τὴν κρίσιν πᾶσαν παρὰ τοῦ Πατρὸς ἔλαβεν, οὐκ ἔκρυψεν εἰπὼν, ὅτι Ὁ Θεὸς κριτής ἐστι. Οὕτω δικάσας ἐδοξολογήθη παρὰ τῶν ἄνω καὶ ἐν οὐρανοῖς ἁγίων πνευμάτων, ὡς Θεὸς κριτὴς ὅσιος, καὶ ὀρθότητι τῇ κατὰ πᾶν ὁτιοῦν ἀδεκάστῳ χρώμενος. ∆ιάψαλμα. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ. (I f. 278 b.) Ἀναφανδὸν ἐν τούτοις τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκόμισται, τοὺς ἐν νόμῳ τύπους μεθ ιστάντος εἰς ἀλήθειαν. Μέχρι γὰρ καιροῦ διορθώ σεως τεθεῖσθαί φησιν ὁ πάνσοφος Παῦλος τὴν διὰ Μωσέως ἐντολήν. Ὁ δέ γε τῆς διορθώσεως καιρὸς οὐχ ἕτερος ἦν παρ' ἐκεῖνον καθ' ὃν ἔλαμψεν τοῖς ἐπὶ τῆς γῆς ὁ Χριστὸς ἐναργέστατα λέγων· "Ἐγώ εἰμι ἡ ἀλήθεια." Ἀνόνητα δὲ οὖν τὰ ἐν τύποις, τῆς ἀλη θείας παρούσης· αὐτὴν γὰρ ὠδίνουσιν αἱ σκιαὶ, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν μόρφωσιν ἐν τοῖς τοῦ νόμου γράμμασιν καταθρήσαι τις ἂν, εἴπερ εἴη πνευματικός. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Σωτὴρ τῆς ὑπὲρ νόμον μυσταγωγίας εἰσηγητὴς ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς, ἀναγκαίως διὰ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.