Exposition on the Psalms · §ps047-rem-early

Psalm ΜΘʹ rem early

Rem early: Psalm ΜΘʹ; historia and theoria on the lemma toward Christ.

Greek

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ζέοντες ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος· καὶ τῆς θείας φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ταύτῃτοι καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρεται. Βαπτιζόμεθα γὰρ ἐν Χριστῷ, κατά γε τὴν Ἰωάννου φωνὴν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ πού τις περὶ αὐτοῦ τῶν ἁγίων προφητῶν, ὅτι "Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ἄγγελος 69.1077 τῆς διαθήκης ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς ὑπο στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ὅτι αὐτὸς εἰσπο ρεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύ ριον καὶ τὸ χρυσίον." Ἐκτήκει γὰρ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, πυρὸς δίκην τὸν τῆς ἁμαρτίας δαπανῶσα συρφετόν. Ὤνησέ γε μὴν τὴν τῶν Ἰουδαίων σκληροκαρδίαν οὐδὲν, ὅτι μὴ προσήκαντο τὴν χάριν. Ταύτῃ τοι καὶ διὰ τῆς Ἰερεμίου φωνῆς ἔφη περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· "Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπεν μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυρο κοπεῖ. Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Κύκλῳ δὲ αὐτοῦ καταιγίς." Ὅσοι γὰρ θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. (A f. 281, B f. 12, I f. 276.) Νοήσεις δὲ καὶ οὕτως. Ἑωρᾶτο μὲν γὰρ, ὥς φησιν, Χριστὸς ἐν εἴδει τῷ καθ' ἡμᾶς, τουτέστιν ἄνθρωπος, ἀλλ' ἦν καὶ οὕτως ἐν ἐξουσίᾳ τε καὶ δυνάμει θεότητος· καθάπερ τι πῦρ καὶ καταιγίδα σφοδρὰν ἐπαφιεὶς τοῖς ἀντικειμένοις τοῖς παρ' αὐτοῦ θεσπίσμασιν, καὶ καταφλέγων μὲν πᾶσαν ἰσχὺν διαβολικὴν, δαπανῶν δὲ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Οὕτω γάρ που καὶ ἑτέρωθί φησιν ὁ Ψάλλων πρὸς αὐτὸν περὶ τῶν ἀνθεστηκότων αὐτοῦ τῇ δόξῃ· "Ὁ Θεός μου, θοῦ αὐτοὺς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ καταφλέξει δρυμοὺς, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς." Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. (Ibidem ) Ἐνταῦθα δὲ πάλιν τῆς τοῦ Σωτῆρος οἰ κονομίας τῆς ἐφ' ἡμῖν γενομένης εὑρήσεις τὸ εὐτε χνές. Πάλαι μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς κτηνοπρεπῆ δια ζῶντες βίον διετέλουν, καὶ "μερίδες ἀλωπέκων" κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν, κατὰ χώρας τε καὶ πόλεις σέβας ἔχοντες, καὶ θεὸν εἶναι νομίζοντες τὸ ἑκάστῳ δοκοῦν. Ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, ἐνέστραψεν ταῖς ἁπάντων καρδίαις τῆς ἀληθοῦς θεο γνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πεπλανημένον, κατ έδησε τὸ ἠῤῥωστηκός· ἅτε δὴ ποιμὴν ὑπάρχων ἀγα θὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς, ἡγίασε Πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγγελικαῖς, ἐπέστησε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγω γούς. (I f. 276 b.) Προσκαλέσεται τοίνυν, φησὶν, τὸν οὐ ρανὸν ἄνω, τουτέστιν τοὺς ὅντας ἄνω καὶ ἐν οὐρανοῖς ἁγίους ἀγγέλους, καὶ τὴν γῆν, ἤτοι τοὺς ἐξειλεγμέ νους ἐν αὐτῇ καὶ προχειρισθέντας εἰς ἀποστολὴν, πρὸς τὸ διακρῖναι τὸν λαὸν αὐτοῦ. Οἱ γὰρ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, τοὺς μὲν πειθηνίους προσ 69.1080 εκόμιζον τῷ Θεῷ, τοὺς δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ, μονονουχὶ λέγοντες· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ἐξεκαύσατε. Καὶ γοῦν Ἰου δαίοις προσελάλουν· ἐπειδὴ δὲ τεθέανται σκληροὺς ὄντας, καὶ πολὺ βλέποντας εἰς τὸ ἐξήνιον, διαῤῥήδην ἔφασκον· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη." Ἄθρει δὴ οὖν ὅπως δια κρίνουσι τὸν τοῦ Κυρίου λαόν. Ὅτι δὲ καὶ τοῖς ἁγίοις μυσταγωγοῖς ἐπικουροῦσιν ἄγγελοι, καὶ αὐτοῖς μυστ αγωγουμένοις, σαφηνιεῖ Παῦλος λέγων περὶ αὐτῶν· "Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς δια κονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο μεῖν σωτηρίαν;" Οὕτω καὶ ὁ θεσπέσιος Ἰακὼβ τὴν κλίμακα τεθεᾶσθαί φησι τὴν ἐκ γῆς ἄνω διήκουσαν εἰς τὸν οὐρανὸν, καὶ ἐπεστηρίχθαι μὲν ἐπ' αὐτῇ τὸν Κύριον, ἄνω δὲ καὶ κάτω διαθεῖν τοὺς ἀγγέλους. Ἐν Κυρίῳ γὰρ τοῖς ἄνω συνήφθη τὰ κάτω, καὶ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.