ZU LK 9, 43φ rem close
Rem CLOSEOUT: ZU LK 9, 43φ CLOSEOUT.
Greek
ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. ὅταν τοίνυν ἐνστῇ, φησί, τοῦ παθεῖν ὁ καιρός, μὴ εἴπῃς· Πῶς ὁ τοσοῦτος ἐν δόξῃ καὶ σημείων τοσούτων ἀποτελεστὴς καθ' ἕνα τῶν καθ' ἡμᾶς οὐκ ἐνόησε πεσὼν εἰς χεῖρας ἐχθρῶν; ἴσθι δὲ μᾶλλον τὴν οἰκονομίαν ἐννοήσας ὅτι οὐ βεβίασμαι παρά τινων, ἀφῖγμαι δὲ εἰς τοῦτο ἑκών. τί γὰρ ἦν τὸ κωλύον τὸν προειδότα καὶ ἀπαγγείλαντα σαφῶς τὸ ἐσόμενον μὴ ἂν ἐθελῆσαι παθεῖν; ἀλλ' ἵνα σώσω τὴν ὑπ' οὐρανόν, ἐμαυτὸν ἐνῆκα τῷ 87 παθεῖν. τοῦτο διδάξει σαφῶς ἑτέρωθί που λέγων· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.