Commentary on Luke (Greek Fragments) · §u15-rem-mid

ZU LK 9, 43φ rem mid

Rem mid: ZU LK 9, 43φ; lemma continues; spiritual reading with the letter.

Greek

ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρ' οὖν ἠπατήμεθα θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυστήριον· Θέσθε γάρ, φησίν, ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν· τὸ δὲ Ὑμεῖς ἐν τούτοις διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς· ἤθελε μὲν γὰρ αὐτοὺς εἰδέναι τὸ συμβησόμενον, οὐ μὴν ἔτι καὶ λαλεῖν ἑτέροις. οὐ γὰρ ἔδει μόνον τοὺς ἀγελαίους μαθεῖν ὅτι πείσεται, ἀλλ' ἦν ἄμεινον πρὸς τούτῳ πεπληροφορημένους ὅτι καὶ ἀνεβίω θεοπρεπῶς καταργήσας τὸν θάνατον, διαφυγεῖν

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.