Commentary on Luke (Greek Fragments) · §u16-open

Commentarii in Lucam (Greek fragments) ZU LK 9, 45 opening

ZU LK 9, 45.

Lemma-led open — , Εἶτα εἴποι τις ἄν· Καὶ πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον; ἦσαν μὲν γὰρ ἐκ τῆς

Greek

ZU LK 9, 45 Εἶτα εἴποι τις ἄν· Καὶ πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον; ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, πλὴν οὐ ῥᾴθυμοι καὶ τῶν Μωυσέως γραμμάτων οὐκ ἀνεπιστήμονες· καὶ γοῦν ἀπόλεκτοι γεγόνασι διὰ τοῦτο παρὰ Χριστοῦ. εἶτα πῶς ἠγνόησαν τὸ Χριστοῦ μυστήριον καίτοι διὰ τῆς τοῦ νόμου σκιᾶς πλεισταχοῦ γραφόμενον; ἀλλ' ὡς ὁ μακάριος γράφει Παῦλος· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ καί· Ἄχρι τῆς σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται. χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.