Biblos Βʹ rem mid
Rem mid: Biblos Βʹ; lemma continues; spiritual reading with the letter.
Greek
Ἀχιτόφελ. {Κυρίλλου.} ∆ιασκέδασον, φησὶ, τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου. Ἦν γὰρ ὁ Ἀχιτόφελ βαθὺς καὶ πικρὸς καὶ πολυγνώμων, καὶ ὁδοὺς ἀνευρεῖν ἱκανὸς ἐφ' ἑκάστῳ πράγματι, καὶ πρός γε τοῦτο στρατηγικώτατος. Ἐδεδίει τοίνυν μάλιστα τῶν ἄλλων τὸν Ἀχιτόφελ, διὰ τὸ πικρὰς εἰσφέρειν ἀεὶ γνώμας, καὶ τὸ εἰδέναι στρατηγεῖν. Καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσί. {Κυρίλλου.} Ἔνα ὑπάρχοντα τῶν ἑαυτοῦ φίλων τὸν Χουσὶ, πείθει προσποιήσασθαι τὴν ἀπόστασιν τὴν ἀπ' αὐτοῦ, καὶ τὸ προσκεκλῆσθαι θέλειν τὸν Ἀβεσσαλὼμ, ἵνα ταῖς τοῦ Ἀχιτόφελ λεληθότως μάχηται συμβουλαῖς ὃ δὴ καὶ γέγονεν. Καὶ οὔτως ἔλεγε Σεμεῖ ἐν τῷ καταρᾶσθαι αὐτόν. {Κυρίλλου.} Ὑβρίσας Σεμεῒ καὶ πικραῖς αὐτὸν μονονουχὶ κατασφενδονήσας φωναῖς, οὐδὲν ὑπ' αὐτοῦ τῷ τηνικάδε παθὼν ἀπηλλάττετο· εἰ καὶ δυσχερεῖς μετὰ τοῦτο καὶ τὰς αὐτῷ πρεπούσας ἐκτέτικε δίκας· πλὴν ὅτι διεκαρτέρησεν ὁ ∆αβὶδ, καὶ παρατρυνόντων αὐτὸν πολλῶν, τοῦ παντὸς ἀξίαν ἡγεῖτο τὴν σιωπὴν, ἐκ πολλῆς ἄγαν καὶ ἀξιαγάστου συνέσεως. 2 Ἐνενόει γὰρ ὅτι διά τοι τοῦ προσκεκροῦσθαι Θεῷ, δέδοταί πως εἰς μάστιγας, καὶ μοῖραν εἶναι κατελογίζετο τῆς πληγῆς, τοὺς παρά τινων ὀνειδισμοὺς τωθασμούς τε καὶ γέλωτας. Ἔνθα γὰρ ἀποστροφὴ Θεοῦ καὶ ἐγκατάλειψις, κἂν γοῦν ἡ μετρία γένοιτο κατά τινος, ἐκεῖ που πάντως ἔσται καταλυπεῖν εἰωθότα πολλὰ καὶ πικρά.
About this text
Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.