Biblos Βʹ rem close
Rem CLOSEOUT: Biblos Βʹ CLOSEOUT.
Greek
Ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν ∆αβίδ. {Κυρίλλου.} Τούτου μέμνηται ἐν τῷ ληʹ ψαλμῷ· φησὶν, Ὄνειδος ἄφρονι ἔδωκάς με. Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, κ.τ.λ. {Κυρίλλου.} Ὁ μὲν Ἀβεσσαλὼμ φεύγοντα τὸν πατέρα διώκειν ἤθελε· καὶ ὅτι χρὴ τοῦτο πράττεσθαι, νεανικῶς συνεβούλευεν Ἀχιτόφελ. Ὁ δέ γε Χουσὶ πιθανῶς αὐτὸν ἀφιστὰς τῆς τοῦ πατρὸς ἀγριότητος ἐπιδεῖν, οὐχ ἁπλῶς εὐθυδρομῆσαι πρὸς τοῦτο, προετοιμάσασθαι δὲ μᾶλλον τὴν ἀρκοῦσαν χεῖρα, καὶ στρατιωτῶν ὄχλον συνενεγκεῖν, διὰ τὸ εἶναι δυνατὸν καὶ ἐμπειροπόλεμον καὶ τῶν ὅτι μάλιστα μαχιμωτάτων τὸν μακάριον ∆αβίδ. Καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα, κ.τ.λ. {Κυρίλλου.} Οὐκοῦν κἂν δι' ἀνθρώπων ἔσθ' ὅτε συμβαίνῃ τινὰ χρηστὰ, μὴ ἐκείνοις μᾶλλον 69.688 εὐχαριστῶμεν, ἀλλὰ Θεῷ τῷ δι' αὐτῶν τὰ θυμήρη χαρισαμένῳ. Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ. {Κυρίλλου.} Κεκράτηκε μὲν ἡ τοῦ Χουσὶ γνώμη· λυπηθεὶς δὲ πρὸς τοῦτο λίαν ὁ Ἀχιτόφελ, βρόχῳ κατέλυσε τὸν βίον, αὐτὸς καθ' ἑαυτοῦ δικαίαν ψῆφον ἐξενεγκών. Καὶ ἔκλαυσε, καὶ οὕτως εἶπεν, κ.τ.λ. {Κυρίλλου.} Πεπολέμηκε μὲν τῷ μακαρίῳ ∆αβὶδ ὁ Ἀβεσσαλὼμ, καὶ ἀδοκήτως τὰ τῆς δυσμενείας ὅπλα κεκίνηκε κατὰ τοῦ φύσαντος ὁ νεανίας· ἑάλω δὲ καὶ ἀπόλωλε. Πλὴν οὐκ ἐπεγάννυτο παθόντι τὸν θάνατον ὁ πατὴρ, ἀλλ' ἐθρήνησεν ὡς υἱόν.
About this text
Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.