Fragments on Kings · §b02-rem-early

Biblos Βʹ rem early

Rem early: Biblos Βʹ; historia and theoria toward Christ.

Greek

εὑρίσκεται πεπονθὼς, ἀλλ' ἔδειξεν ὡς τὰ τῶν ἁγίων πταίσματα ταχεῖαν ἔχει τὴν ἐπανόρθωσιν. Καὶ εἶπε ∆αβὶδ τῷ Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. {Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν.} Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον ∆αβίδ· ..., τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καί γε ὁ υἱός σου ὁ τεχθείς σοι, θανάτῳ ἀποθανεῖται. {Κυρίλλου, ἐκ τοῦ εἰς ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου.} Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, ... μᾶλλον ἢ συγγινώσκεσθαι. Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως. {Κυρίλλου.} Παρετάξατο μὲν πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ τοὺς ταῖς ἐκείνων ἀπονοίαις συνησπισκότας τοὺς ἀπὸ γέας φημὶ τῆς Σύρων· νενίκηκε δὲ, καὶ εἷλε μὲν αὐτοὺς κατὰ κράτος· λαβὼν δὲ τὸν στέφανον τοῦ Μολχὼμ, εἶτα λίθον ἐν αὐτῷ παμμεγέθη καὶ πολύτιμον εὑρὼν, ἐνέδησε τῷ ἰδίῳ στεφάνῳ. Καὶ ∆αβὶδ ἀνέβαινε κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος. {Κυρίλλου.} Ἐπειδὴ συνέβη πρὸ τοῦ πολέμου τοῦ 69.685 πρὸς Ἀβεσσαλὼμ, τὴν ἁμαρτίαν γενέσθαι παρὰ τοῦ μακαρίου ∆αβὶδ, τὴν εἰς Οὐρίαν φημὶ, θρῦλος ἦν ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίων χώραν, καὶ ὑποψίαν τινὲς οὐκ ἀπιθάνως ἔχοντες περὶ αὐτοῦ· ᾤοντο γὰρ αὐτὸν τῶν εἰς Οὐρίαν πλημμελημάτων πράττεσθαι δίκας· καὶ ἐν προσκρούσει δὲ γεγονότα τῇ παρὰ Θεῷ, τοῖς ἐθέλουσι κᾆτα δὴ οὖν εὐάλωτον ἔσεσθαι, καὶ πανταχοῦ νοσοῦντα τὸ ἄναλκι. ∆ιασκέδασον δὴ τὴν βουλὴν

About this text

Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.