Fragments on Kings · §b02-open

Fragmenta in libros Regum Biblos Βʹ opening

Biblos Βʹ.

Lemma-led open — ΒΙΒΛΟΣ Βʹ. Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ χωλοί. Κυρί

Greek

ΒΙΒΛΟΣ Βʹ. 1 Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ χωλοί. {Κυρίλλου.} Οὐκοῦν τῷ μὲν μακαρίῳ ∆αβὶδ οἱ ἀπό τε τῆς Ἱερουσαλὴμ, ἤτοι τῆς Ἰεβοῦς, ἀντέστησαν τυφλοὶ καὶ χωλοί· καὶ τοῦτο πεποιηκότες, οἰκτρῶς διολώλασι· κατελάβετο γὰρ αὐτήν. Ἀντέστησαν τῷ πάντων Σωτῆρι Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ καὶ τυφλοί· οὐ γὰρ ᾔδεσαν ὀρθοποδεῖν· ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς οἱ τὴν πίστιν οὐ προσιέμενοι, Γραμματεῖς δὲ μάλιστα καὶ Φαρισαῖοι. Καὶ ἀπέστειλεν ∆αβὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. {Κυρίλλου.} Μὴ ταραχθῇς ἑτοίμως περὶ τῶν ἁγίων, εἰ γεγόνασιν ἐν παροράμασιν ἔσθ' ὅτε καὶ αὐτοί· καὶ γάρ ἐστιν ἀληθὲς ὅτι καὶ οἱ σφόδρα γενναιότατοι τῶν στρατιωτῶν, οἱ ἐπ' ἀνδρείᾳ σωμάτων καὶ εὐτεχνίᾳ τεθαυμασμένοι, πλήττονται μὲν ἔσθ' ὅτε μαχόμενοι, πλὴν οὐ καταπίπτουσιν. Ἄλλως τε χρῆναι γὰρ ὑπολαμβάνω προσεπενεγκεῖν τοῖς εἰρημένοις καὶ τοῦτο· Μόνῳ τετήρηται τῷ φιλανθρώπῳ Σωτῆρι Χριστῷ, τὸ μὴ παθεῖν ἁμαρτίαν· ὅτι Θεὸς κατὰ φύσιν ὢν, γέγονε σάρξ. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε περὶ ἑαυτοῦ· Ἔρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· Καὶ μετ' ὀλίγα· Καὶ ταῦτά φημι περὶ τῆς ἁμαρτίας τοῦ ∆αβὶδ ὅτε εἰσῆλθε πρὸς τὴν Βερσαβεὲ τὴν τοῦ Οὐρίου γαμετήν. Προσήκει δὲ ἅπασι τῆς ἱστορίας ὁ λόγος· εἰ γὰρ καὶ ἠσθένησεν ὡς ἄνθρωπος, καί τι τῶν ἀδοκήτων

About this text

Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.