Fragments on Kings · §b01-rem-close

Biblos Αʹ rem close

Rem CLOSEOUT: Biblos Αʹ CLOSEOUT.

Greek

μακαρίου ∆αβὶδ, καὶ ἧν κτηνοτρόφος, πλὴν ἀνὴρ πικρὸς καὶ βάρβαρος καὶ οὐδαμόθεν ἔχων τὸ γνήσιον. Περιετύγχανε δὲ λάθρα τῷ Σαοὺλ, καὶ ἀπήγγελλεν αὐτῷ τὰς σκέψεις καὶ πάντα τὰ βουλεύματα· ἐπηγγέλλετο δὲ κατὰ καιροὺς καὶ παραδώσειν αὐτόν. Καὶ δήποτε θεασάμενος τὸν μακάριον ∆αβὶδ εἰσελθόντα εἰς τὸν οἶκον τοῦ Θεοῦ, ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, καὶ περιτυχὼν τῷ Ἀβιμέλεχ τῷ ἱερεῖ, ἀπήγγελλε τῷ Σαοὺλ, ὅτι μετ' ὀλίγων ἐστὶ παντελῶς, καὶ δύναται ῥᾳδίως αὐτὸν λαβεῖν ἐπελθὼν, καὶ εὐκόλως χειρώσασθαι. Οὐκοῦν προδέδωκε μὲν ὁ ∆ωὴκ ἀπαγγείλας τῷ Σαοὺλ, ὅτι συντετύχηκε τῷ Ἀβιμέλεχ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διέσωζε δὲ τὸν προφήτην ὁ τῶν ὅλων ∆εσπότης, καὶ τῆς ἐκείνου δυστροπίας μάταιον ἐποίει τὸ ἐγχείρημα.

About this text

Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.