Fragments on the Translation of the Relics of Cyrus and John · §frag-rem-mid

Fragments rem mid

Rem mid: Fragments; lemma continues; spiritual reading with the letter.

Greek

Ἰωάννου, πρὸ δύο σημείων κατὰ ἀνατολὰς τοῦ Κανώβου, πλησίον τῆς Μενούθεος. Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοὶ, καὶ στραφεὶς εἶπεν αὐτοῖς· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Θερμοὺς ἡμᾶς εἰς εὐλάβειαν οἱ τοῦ Σωτῆρος ἀπαιτοῦσιν λόγοι· καὶ τοὺς ἀγαπᾷν θέλοντας αὐτὸν, οὐδὲν ἡγεῖσθαι ἄμεινον αὐτοῦ ἀναπείθουσιν, οὐ φιλοστοργίαν σωμάτων, οὐκ ἀγάπησιν εἰς πατέρας, οὐκ αἰδὼ τὴν εἰς μητέρας καὶ 1 ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην ἕσχεν εἰς ἡμᾶς ἀγάπησιν, οὐδὲ αὐτὸς τὰ καθ' ἑαυτὸν κρείττονα τῶν ἡμετέρων ἐποιήσατο πραγμάτων· οὐ προτετίμηκεν τὰ καθ' ἑαυτὸν τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. Θεὸς ὢν, δι' ἡμᾶς γέγονεν ἄνθρωπος καὶ ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας· ἀλλ' οἱ συμπάσχοντες καὶ συμβασιλεύσουσιν· οἱ συνατιμασθέντες , πάντως καὶ συνδοξασθήσονται. Οὕτως εὐδοκιμῆσαι πιστεύομεν καὶ τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην· πρόθυμοι γὰρ εἰσῆλθον εἰς τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας. Καὶ τὸ πάντων αὐτοῖς δεινότατον ἐπιπηδᾷ θηρίον, φημὶ δὲ ὁ θάνατος· ἀλλ' ἐμέμνηντο τοῦ ἰδίου ∆εσπότου λέγοντος· Ὃς οὐ λαμβάνει τὸν

About this text

Cyril of Alexandria, Fragmenta de translatione reliquiarum Cyri et Joannis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta de translatione reliquiarum Cyri et Joannis — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.