Fragments on the Translation of the Relics of Cyrus and John · §frag-rem-early

Fragments rem early

Rem early: Fragments; historia and theoria toward Christ.

Greek

θεραπευόντων διὰ Θεοῦ. Ἵνα τοίνυν πάντας ὠφελήσωμεν τοὺς τόπους, καὶ μάλιστα τοὺς περικειμένους τῇ τῶν Ἁγίων Εὐαγγελιστῶν ἐκκλησίᾳ, ἀπῄεισαν γὰρ οὐκ ἔχοντες μαρτύριον εἰς ἑτέρους τινὰς τόπους, καὶ Χριστιανοὶ ὄντες ἐσφάλλοντο, διὰ τοῦτο ἀναγκαίως ἐζητήσαμεν ἁγίων μαρτύρων λείψανα. Εὕρομεν τοίνυν, καὶ μεμαθήκαμεν ἀκριβῶς, ὅτι κατὰ τὸν καιρὸν καθ' ὃν μεμαρτυρήκασιν αἱ ἅγιαι παρθένοι, ὧν τὴν θείαν πηγὴν ἔχομεν ἐν τοῖς τοῦ ἁγίου εὐαγγελιστοῦ Μάρκου, δύο τινὲς, ὧν ὁ μὲν εἷς μονάζων ἦν ἀσκητὴς, καὶ ἕτερος στρατιώτης, παρῆσαν αὐτὰς παροτρύνοντες καὶ ἐπαλείφοντες αὐτὰς πρὸς τὸν ἀγῶνα τῆς ἀθλήσεως· ὥστε μετὰ γενναίου φρονήματος ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν ὑποστῆναι κίνδυνον· κέκληνται δὲ καὶ αὐτοὶ σὺν ἐκείναις εἰς τὸ μαρτύριον· καὶ εἰσῆλθον γενναίως καὶ μεμαρτυρήκασιν ὑπὲρ Χριστοῦ, καὶ τεθείκασιν δι' αὐτὸν τὰς ἰδίας ψυχάς. Ἦν οὖν ὁμοῦ τὰ λείψανα τῶν ἁγίων μαρτύρων ἐν ἑνὶ τόπῳ κείμενα· ἐπεὶ δὲ ἀδιάκριτα ἦν τὰ λείψανα, οὐ γὰρ ἦν διεγνωσμένα σαφῶς τίς μὲν οὗτος, τίς δὲ ἐκεῖνος, ἀναγκαίως ἀμφότερα συλλαβόντες μετηγάγομεν καὶ τεθείκαμεν ἐν τῇ τῶν Εὐαγγελιστῶν ἐκκλησίᾳ, ποιήσαντες τὸ σύνηθες, ὡς μαρτυροῦσιν, μνημεῖον. Συναγώμεθα 77.1104 τοίνυν, ἐθέλοντος τοῦ Χριστοῦ, αὔριον ὁμοῦ, καὶ τοὺς ἁγίους τιμῶντες εὐαγγελιστὰς καὶ τοὺς μακαρίους μάρτυρας· καλοῦνται δὲ Κῦρος καὶ Ἰωάννης. Γʹ. Ἐπίφη ηʹ, τοῦ αὐτοῦ ἐξήγησις ἑτέρα ἐν τῇ ἐκκλησίᾳ τῶν εὐαγγελιστῶν, ἔνθα καὶ κατέθηκεν ἐν μνημείῳ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Κύρου καὶ

About this text

Cyril of Alexandria, Fragmenta de translatione reliquiarum Cyri et Joannis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta de translatione reliquiarum Cyri et Joannis — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.