Fragments on the Translation of the Relics of Cyrus and John · §frag-rem-close

Fragments rem close

Rem CLOSEOUT: Fragments CLOSEOUT. SERIES CLOSEOUT.

Greek

σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Πεπληρώκασιν τὴν ἐντολὴν, ἔλαβον καὶ αὐτοὶ τὸν σταυρὸν, ἠκολούθησαν τῷ ἰδίῳ ∆εσπότῃ. Ἤγοντο δὲ οὐ μόνοι πρὸς τοὺς ἀγῶνας, ἀλλ' ἦν καὶ χορὸς ἁγίων παρθένων· καὶ γυναῖκες μὲν ἦσαν, ἄθραυστοι δὲ τὴν διάνοιαν· τετελείωται τοίνυν σὺν 77.1105 αὐταῖς καὶ ἡ καλὴ τούτων τῶν ἀθλητῶν δυάς· καὶ μισθὸν ἔχουσι τῆς εἰς Χριστὸν ἀγάπης, τοῦ πατῆσαι τὸν Σατανᾶν καὶ ἐλαύνειν τὰ πονηρὰ δαιμόνια· ἡκέτωσαν τοίνυν οἱ πάλαι πλανώμενοι· ἐρχέσθωσαν εἰς ἀληθινὸν καὶ ἀκαπήλευτον ἰατρεῖον· οὐδεὶς γὰρ ἡμῖν ὀνείρατα πλάττεται· οὐδεὶς λέγει τοῖς ἐρχομένοις· Εἴρηκεν ἡ Κυρά· Ποίησον τὸ καὶ τό· ὅλως Κυρὰ καὶ Θεὸς εἶναι δυνατὸς, καὶ προσκυνεῖσθαι θέλει; Ἐν τοῖς δαίμοσιν οὐκ ἔστιν οὐδὲν ἄῤῥεν οὐδὲ θῆλυ. Καὶ βλέπετε ποίαν ἔχουσιν προαίρεσιν· ὀνόμασιν γυναικῶν καλεῖσθαι βούλονται πατήσαντες τοίνυν τὰ γραώδη μυθάρια καὶ τὰ πάλαι τῶν γοήτων ἐμπαίγματα, ἐρχέσθωσαν ἐπὶ τοὺς ἀληθινοὺς καὶ ἄνωθεν ἰατρούς· οἷς ὁ πάντα ἰσχύων Θεὸς, τοῦ θεραπεύειν δύνασθαι τὴν ἐξουσίαν ἐχαρίσατο λέγων· Ἀσθενοῦντας θεραπεύετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Πάσης τοίνυν θεραπείας τῆς παρὰ τοῦ Σωτῆρος ἀπολαύσαντες, ὑμνολογοῦσιν τὸν ἑαυτῶν ∆εσπότην, ἵνα καὶ βασιλείας οὐρανῶν καταξιωθῶσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 2

About this text

Cyril of Alexandria, Fragmenta de translatione reliquiarum Cyri et Joannis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta de translatione reliquiarum Cyri et Joannis — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.