Fragments on the Song of Songs · §u02-open

Fragmenta in Canticum canticorum Unit 2 opening

Unit 2.

Lemma-led open — Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφηνίαν, μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις

Greek

Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφηνίαν, μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Καὶ δῆλον ὡς ἡ νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλησία Χριστοῦ, φωνῆς πρὶν νοῆσαι αὐτὴν ὡς θείας ἀντιλαμβάνεται, ὅπερ πάσχομεν οἱ πιστοὶ, πρὶν νοῆσαι τὰς νομικὰς καὶ προφητικὰς φωνὰς, ὡς θείας χάριτος πλήρεις καταπληττόμενοι. Τοιοῦτόν ἐστι τὸ, Φωνὴ τοῦ ἀδελφιδοῦ μου, προστεταγμένον τῆς μακρόθεν ἐπιφανείας τοῦ Λόγου· ὃν ἰδοῦσα μεγάλων θεωρημάτων ἁπτόμενον, μετὰ τοῦ μηδὲ τῶν βραχυτέρων καταφρονεῖν, φησίν· Ἰδοὺ αὐτὸς ἥκει πηδῶν ἐπὶ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. ∆ι' ὅλου δὲ τοῦ λόγου, τινὰ μὲν ὡς παρόντι λέγεται τῷ νυμφίῳ· τινὰ δὲ ὥσπερ ζητουμένου παρὰ τῆς νύμφης· ἐπεὶ καὶ τῶν προβλημάτων ποτὲ μέν τινα ζητοῦμεν ἀποροῦντες τῆς λύσεως· ποτὲ δὲ τῆς λύσεως ἀπολαύομεν, τοῦ νυμφίου Λόγου καταυγάζοντος ἡμῶν τὰς καρδίας. Εἶτα πάλιν ἀποροῦμεν ἐν ἑτέροις, καὶ πάλιν ἡμῖν ἐπιφαίνεται· καὶ τοῦτο πολλάκις, μέχρι τελειωθέντες τοῦ νυμφίου τύχωμεν οὐ μόνον ἐρχομένου πρὸς ἡμᾶς, ἀλλὰ καὶ μονὴν ποιουμένου. Καὶ ἡ Ἐκκλησία ποθεῖ μὲν ἐγκαταλειπομένη τοῖς πειρασμοῖς, ἐπιφαίνεται δὲ αὐτῇ τοῖς χαρίσμασι. ∆ιό φησιν· Ἰδοὺ, φησὶν, οὗτος ἥκει πηδῶν 69.1285 ἐπὶ τὰ ὄρη. Ἔρχεται δὲ καὶ ἐπὶ τὰ δίκτυα τὰ πετασμένα ὑπὸ τοῦ πονηροῦ πλησίον τῆς Ἐκκλησίας· ἅπερ σχίσας, καταφρονητικῶς αὐτῶν ἐπιβαίνειν διδάσκει. Τῇ ὑπερβάσῃ Ἐκκλησίᾳ πάντα χειμῶνα πειρασμοῦ, τὰ σημεῖα τοῦ ἀέρος δείκνυται, καὶ τὸ ἐγγίζειν τὸ θέρος, περὶ οὗ ἐν Ψαλμοῖς· Τὸ θέρος καὶ ἔαρ. Ὤφθη γὰρ αὐτῇ ἄνθη, καὶ ἤγγισεν ἡ παντελὴς, κάθαρσις, καιρὸς τῆς τομῆς ὀνομαζομένης. Ἐκκύπτων διὰ τῶν δικτύων. Ἴσως δὲ καὶ τοὺς ἀποστόλους ἐδήλωσεν διὰ τῆς ἁλιευτικῆς τέχνης. Ταῦτα τοίνυν ἀκούει τοῦ Λόγου ἡ Ἐκκλησία διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγήν· ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου, τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελλόντων

About this text

Cyril of Alexandria, Fragmenta in Canticum canticorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Canticum canticorum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.