Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
εὐθύνεται ὑπὸ 69.1284 τὸν σκοπὸν τὸ βέλος· ἡ δὲ δεξιὰ αὐτοῦ πρὸς ἑαυτόν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη, κούφην με πρὸς ἄνω φορὰν ἀπεργάζεται· κἀκεῖ πεμπομένην, καὶ τοῦ τοξότου μὴ χωριζομένην, μᾶλλον ἐπαναπαύεσθαι. Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἱερουσαλὴμ τρέπει τὸν λόγον. Ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐν ὅρκῳ προσαγομένη, τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ∆ιὰ μὲν τοῦ εὐωνύμου τὰ τοῦ παρόντος βίου αἰνίττεται, ὡς ἔοικε, καλὰ, ὧν τὴν ἀπόλαυσιν ἤδη ἔχει· διὰ δὲ τῆς δεξιᾶς, τὴν τῶν μελλόντων ἐν ἐπαγγελίαις προσδοκίαν· ὧν τὴν χρῆσιν ἐν ἐπαγγελίαις, ὡς λέλεκται, καὶ ἐλπίσι προσκεῖσθαί φησιν. Εὖ δὲ καὶ τὸ φάναι, τῇ μὲν δεξιᾷ περιλαμβάνεσθαι, τῇ δὲ ἀριστερᾷ τὴν κεφαλὴν ἐπαναπαύεσθαι· δεῖ γὰρ τὰ τοῦ παρόντος βίου κἂν πολὺ νομίζηται χρηστὰ καὶ περίβλεπτα, ὑποτετάχθαι τῇ κεφαλῇ τῆς τελείας ψυχῆς, μόνην τὴν ἀναγκαίαν χρείαν παρέχοντα τῷ σώματι, ὡς τὸ προσκεφάλαιον τῇ κεφαλῇ. Τὰ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐπειδὴ θεῖα ὄντα ἐπάνω τῆς ἀνθρωπίνης ἐφέστηκε φύσεως, διὰ τῆς περιλήψεως τὸ ὑπερέχον ᾐνίξατο, Τάχα δὲ, ἐπειδήπερ αἱ χεῖρες πράξεών εἰσι σύμβολον· αἱ δὲ τῆς ἀριστερᾶς χειρὸς πράξεις τὰ τοῦ σώματος σημαίνουσιν, αἱ δὲ τῆς δεξιᾶς, τὰ τῆς ψυχῆς· δεξιὰ ὄντα τὸν ἀμείνω κλῆρον εἴληχε, περιέχονται τὰς σωματικὰς ἀνάγκας. Ὡς γὰρ ἡ περιλαμβάνουσα χεὶρ καὶ ἐπάνω ἐστὶ καὶ ἐντὸς ἀγκάλην ἔχει τὸ περιληφθὲν, οὕτως αἱ πρὸς τὸν σκοπὸν τῆς μελλούσης ζωῆς ἀποτεταγμέναι πράξεις, πᾶν κίνημα τοῦ σώματος ἄλογον περισφίγγουσαι, εὔτακτον καὶ συνδεδεμένην φυλάττουσι τὴν ζωήν· οὐδ' ἑνὸς ἐπιβουλεύειν δυναμένου τῇ περιληφθείσῃ ὑπὸ τοῦ νυμφίου ψυχῇ. 2
About this text
Cyril of Alexandria, Fragmenta in Canticum canticorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Canticum canticorum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.