Fragments on the Song of Songs · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; historia and theoria toward Christ.

Greek

ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων δεικνύντος· οὗ ὀπίσω στᾶσα ἡ ἀλήθεια ἐχομένη τοῦ τόπου ὕστερον ἐπιλάμπει. Ἢ καὶ τὸ τῆς τομῆς ἔφη τοῦ νοητοῦ θερισμοῦ· περὶ οὗ ὁ Σωτήρ φησιν· Ὁ μὲν θερισμὸς πολύς. Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. ἀσφάλεια διὰ τοῦ προτειχίσματος δηλουμένη· ἔνθα γενομένη, φησὶ, τεύξῃ πάσης ἐπικουρίας. Ἀπόστρεψον. Αἰτεῖ τὸν νυμφίον, τὴν ἄκαρπον ἀπολεῖψαι Συναγωγὴν, καὶ ἐλθεῖν ἐπὶ τοὺς ἐκ τῆς κοίλης καὶ τεταπεινωμένης πάλαι καὶ εἰδωλολατρούσης ψυχῆς ἐπὶ οὐράνιον ὕψος ἀναβάντας. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα. Τὰς γυναῖκας δηλοῖ, τὰς ἐλθούσας μιᾷ Σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑρούσας αὐτόν. Τὸ οὖν, ἐπὶ τὴν κοίτην, ἢ ἀπὸ κοίτης φησὶν, ἢ κοίτην ἑαυτῆς τὸ τοῦ Κυρίου μνῆμα καλεῖ, καθ' ὃ συνθαπτόμεθα αὐτῷ. Ἀλλ' οὐχ εὗρεν αὐτὸν, ἀκούσασα· Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ. Καὶ εὗρον αὐτὴν οἱ τηροῦντες ἄγγελοι, οὓς καὶ ἐρωτᾷ· Ποῦ τεθείκατε τὸν Κύριον; Ἀλλὰ παρελθούσῃ τοὺς ἐρωτηθέντας, ὑπήντησε λέγων· Χαίρετε. ∆ιό φησιν ὡς μικρὸν παρῆλθον ἀπ' αὐτῶν ἕως εὗρον, καὶ οὐκ ἀφήσω αὐτόν. Ἐκράτησε γὰρ οὗτος πόδας αὐτοῦ, καὶ ἤκουσε· Μή μου ἅπτου. Οἶκον δὲ μητρὸς τὴν συναγωγὴν ἀποστόλων φησὶ, εἰς ἣν ἀπελθοῦσα εὐαγγελίζετο τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Τεθυμιαμένη σμύρναν καὶ λίβανον. Σμύρνα μὲν, ὅτε συντέθαπται διὰ τοῦ λιβάνου· λίβανος δὲ, ὅτε συναναστὰς αὐτῷ κεκοινώνηκε τῆς θεότητος αὐτοῦ. Καὶ οὐ μόνοις τούτοις ἡ ἐκκλησιαστικὴ τεθυμίασται ψυχὴ, ἀλλὰ καὶ ποικίλοις γνώσεως θεωρήμασιν. Ὁ γὰρ ἄκρως διαιρῶν καὶ μέχρι τοῦ τυχόντος λεπτῶς ἐρευνῶν τὰ πράγματα, λέγοιτ' ἂν μυρεψός πως εἶναι, λεπτύνων καὶ εἰς κόνιν ἄγων πάντα τὰ τῆς εὐωδίας λόγια· ἃ νῦν ἡ νύμφη λέγεται 69.1288 τεθυμιᾶσθαι. 3 Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοὺς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν, τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων

About this text

Cyril of Alexandria, Fragmenta in Canticum canticorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Canticum canticorum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.