Logos 16 rem close
Rem CLOSEOUT: Logos 16 CLOSEOUT.
Greek
όγος καὶ ἱερῶν δογμάτων ἀφήγησις, ὀρθῶς καὶ ἀνεπιπλήκτως ἔχουσα κεκομψευμένων ἐννοιῶν, σοφισμοῦ καὶ ἀπάτης, καὶ ψευδοεπείας ἀπηλλαγμέ νη. Καθαρὰ καὶ ἄζυμος ἡ τοιάδε τροφή. Πολλοὶ γὰρ πολλάκις τῆς τῶν θείων δογμάτων ὀρθότητος, μο νονουχὶ κατορχούμενοι, καὶ τοῖς τῆς ἀληθείας ἐναθύ ροντες λόγοις ἀθλίων αὐτοῖς ἐννοιῶν ἀνοσίους ἐπεισ φορὰς ποιεῖσθαι σπουδάζουσι, καὶ κοσμικῆς ἀπάτης εὑρήματα μυθοπλαστοῦντες οἱ δείλαιοι, τὸν τῶν ἁπλουστέρων κατασίνονται νοῦν. Ἀλλ' ἐπιβήτω Χριστὸς τοῖς αὑτοῦ γνωρίμοις· "Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Γραμματέων." Ἰουδαϊκῆς γὰρ εὑρεσιλογίας οὐ μακρὰν τὰ τῆς ἐκείνων ἀβελτη 77.764 ρίας γραοπρεπῆ μυθάρια. Ἀφεξώμεθα δὴ οὖν τῆς τοιᾶσδε τροφῆς· καθαροὺς δὲ εἰς νοῦν εἰσοίσωμεν λό γους τοὺς ἐκ τῶν ἁγίων προφητῶν, καὶ τὰς διὰ Μω σέως ἐντολὰς μεθιστάντες εἰς ἀλήθειαν τῶν αἰνιγμά των τὴν δύναμιν, καὶ πρό γε τῶν ἄλλων τὴν εὐαγ γελικὴν καὶ σωτήριον παίδευσιν, τὰς τῶν ἀποστόλων συγγραφὰς, οὐ καθάπερ ἔθος τισὶ, πρὸς ἀκαλλῆ θεω ρίαν τὸν τῶν γεγραμμένων καταβιαζόμενοι νοῦν, οὐδὲ τῆς ὀρθότητος ἀνοσίως ἐξέλκοντες, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς, ταύτῃ καὶ αὐτὸ προθύμως διάττοντες. Συνεπιτηδεύσωμεν δὲ τούτῳ τὴν ὑπομονὴν, πικροῖς ἐντρίβεσθαι πόνοις οὐ παρ αιτούμενοι, διά γε τὸ ὀρθῶς ἑλέσθαι βιοῦν, καὶ κατ όπιν ἴεσθαι τῶν τεθεσπισμένων. Ἔστι γὰρ, ἕστιν ὁμολογουμένως, οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς βάσιμος ἡ ἀρετὴ, δυσπρόσιτος δὲ καὶ ἀνάντης. Ἐφίκοιτο δ' ἂν αὐτῆς οὐ φιλήδονός τις ἢ παρειμένος, οὐ τοῖς τῆς σαρκὸς πάθεσιν ἐναλοὺς, καὶ ὁλοτρόπως ἐνεσχημέ νος, καὶ ταῖς εἰς τὰ αἰσχίω ῥοπαῖς, πάντα μὲν κά λων ἐνεὶς, ὅλοις δὲ ὥσπερ ἱστίοις ἀκαθέκτως διωθού μενος, ἀλλ' ὁ νήψει διαπρέπων, καὶ τῆς ἐπ' ἀγαθοῖς εὐτολμίας ἔμπλεως, εὐκοσμίας ἐραστὴς, ἐπιεικείᾳ συντεθραμμένος, καὶ ἱδρῶτος μὲν τοῦ πρὸς τὰ ἀμεί νω βλέποντος καταφρονητὴς, πόνοις δὲ τοῖς ὑπὲρ αὐτῆς τὸ εὐδοκιμεῖν ὠνούμενος· Οὐδὲ γὰρ ἂν ὑπάρ ξαι τισὶ τὸ κατορθοῦν δύνασθαί τι τῶν τεθαυμασμέ νων, εἰ μὴ ποιοῦτο διὰ σπουδῆς, καὶ τὸ δεῖν ἑλέσθαι τληπαθεῖν. ϛʹ. Οὐκοῦν ὡς ἐν τύποις ὁ νόμος, ζύμῃ τέ φημι καὶ πικροῖσιν, ἀναγκαίων ἡμῖν πραγμάτων ποιεῖται δήλωσιν. Ὧν τὴν πεῖραν εἰ παραιτοίμεθα, πόῤῥω ποι τῆς θείας ἀποφοιτῶντες τρίβου, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην παρεκθέοντες ζωὴν, οὐ με τρίως ἑαυτοὺς ἀδικήσομεν. Εἰ γὰρ ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, καὶ τελειωτὴς Ἰησοῦς διὰ παθημάτων ἐτε λειώθη, κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀκλεᾶ καὶ κατεσκωμμένον ἡμεῖς διαζήσωμεν βίον, τὸ ἐν ἴσοις γενέσθαι παραιτούμενοι, καὶ τοὺς τῆς εὐδοκιμήσεως ἀποσπουδάζοντες τρόπους; Ἀκουσόμεθα γὰρ εὐθὺς ἐπιβοῶντος καὶ λέγοντος τοῦ Χριστοῦ· "Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. καὶ ἀκολουθείτω μοι." Ἕπεσθαι δὴ οὖν ἀναγκαῖον ἡμᾶς τοῖς ἴχνεσι τοῦ Χριστοῦ, ὃς ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ διὰ ποίαν αἰτίαν; Πάλαι μὲν γὰρ τὸ ἀνθρώπινον κατεληί ζετο γένος ὁ τῆς ἁμαρτίας εὑρετής· καὶ τρόπον ἐπιβουλῆς οὐδένα μένειν ἐῶν ταῖς ἑαυτοῦ δυστρο πίαις ἀνεπιτήδευτον, πεφενάκικε τοὺς ἐπὶ τῆς γῆς, καὶ τὴν τῆς θεότητος δόξαν ὀνειροπολῶν, ἀναδείμα σθαί οἱ βωμοὺς καὶ τεμένη προστέταχε, βουθυσίαν καὶ λιβανωτοῖς καταγεραίρειν ἐκέλευεν. Ἀποκομί ζων δὲ τοὺς πεπλανημένους ἐφ' ὅπερ ἂν βούλοιτο, 77.765 τοὺς μὲν, ἡλίῳ τὸ σέβας, τοὺς δὲ, σελήνῃ καὶ ἄστροις ἀνάπτειν ἀνέπειθεν· ἀλλὰ καὶ τοῖς ἐπὶ τούτων αἰσχίοσιν ἐνιεὶς ἐγκλήμασι, καὶ κτηνῶν ἀλόγων ἀφιεροῦν ἐποίει μορφὰς, τὸ θεῖον, οἶμαί που, περι υβρίζων ἀξίωμα· καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν δόξαν ἀποκομίζειν ἀποτολμῶν, καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, καὶ τὰ ὧν οὐδεὶς ἂν γένοιτο λόγος, φιλαπεχθημόνως αὐτῇ παρεικάζειν ἀξιῶν. ∆εινὸν γὰρ ἀεὶ, καὶ πάντολμον τὸ θηρίον. Ἀποβουκολήσας δὴ οὖν τῆς ἀληθοῦς θεογνωσίας τὸν ἄνθρω πον, καὶ βουλῆς ἀρίστης καὶ διασκεμμάτων ὀρθῶν ἀμοιρεῖν ἀναπείσας, καὶ ταῖς αὐτοῦ ζεύγλαις ἐξ ἀπάτης ὑπενεγκὼν, ἁπάσης μὲν εὐθὺς φαυλότητος ἐραστὴν ἀπετέλει, ἀστιβῆ δὲ αὐτῷ, καὶ ἀνήνυτον παντελῶς ἀποφήνας τὴν ἀρετὴν, βδελυρὸν ἐτίθη, καὶ Θεῷ κατεστυγημένον. Ἥκοντας δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ἠλέει λοιπὸν ὁ τῶν ὅλων ∆η μιουργὸς, ἀντετίθη τοῖς ἐκείνου κακουργήμασι τοὺς διασώζειν εἰδότας. Ἐκάλει διὰ Μωσέως, πρωτό λειον ὥσπερ τι τῆς ἐκείνου θεότητος ἐξελῶν τὸν ἀρ χαῖον Ἰσραὴλ, καὶ δὴ καὶ νόμοις ἀρίστοις αὐτὸν κα ταρυθμίζων εἰς ἀκοσμίαν, ζηλωτὸν ἐπετέλει. Ἀλλ' οὐδὲν ἧττον ἐκεῖνος, τὴν τῶν ἁπλουστέρων ὑποτρέχων καρδίαν, αἰσχρῶν ἐπιτηδευμάτων καὶ ἀνοσίου βουλῆς μεταποιεῖσθαι παρεσκεύαζεν. Ἰατροὶ κατὰ καιροὺς ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν εἰδότες οἰκο νομικῶς ἀνεδείκνυντο. Ἀλλὰ καὶ αὐτοὺς ἀτιμάζον τες τοὺς ἁγίους προφήτας, πολυτρόπως ἡλίσκοντο. Ἀθλίως δὴ οὖν πεπραχόσιν ἡμῖν αὐτὸν ἀναγκαίως κατέπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, μετακο μιοῦντα τὰ καθ' ἡμᾶς εἰς τὸ ἀσυγκρίτως ἄμεινον ἢ πάλαι, καὶ ἀνασώσαντα τοὺς ἐπὶ τῆς γῆς, ἐξῃρη μένης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ δι' αὐτῆς ἀναφύντος θανάτου τῇ ἰδίᾳ ῥίζῃ συνολωλότος, καὶ αὐτῆς δὲ πρὸς τούτοις τῆς τοῦ διαβόλου τυραννίδος καθῃρημένης. Ἔπρεπε δὲ τὰ οὕτω λαμπρὰ καὶ περιφανῆ τῶν κατορθωμάτων, τῶν μὲν γενητῶν οὐδενὶ, μόνῃ δὲ μᾶλλον τῇ πάντα ὑπερκειμένῃ φύσει, καὶ ταῖς ἀνωτάτω δυνάμεσι καὶ ὑπεροχαῖς εὖ μάλα κατεστεμμένῃ. Γέγονε τοίνυν ἄνθρωπος ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος, ὁ δι' οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. Καὶ τίς μὲν ὁ τρόπος τῆς οἰκονομίας, ἤτοι τῆς ἑνώσεως τοῦ Λόγου πρὸς τὸ ἀπὸ γῆς σαρκίον, πολυπραγμονεῖν οὐκ ἀζήμιον. Τὸ γὰρ ὑπὲρ νοῦν καὶ λόγον βασάνου κρεῖττον ἀεὶ, καὶ ὑποφέρεσθαι ταῖς ἐρεύναις ἀξιοῖ. Γεγονὼς δὲ καθ' ἡμᾶς, δίχα μόνου τοῦ εἰδέναι πλημ μελεῖν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ ταῖς τῶν τερατ ουργημάτων ὑπερβολαῖς σαφῶς τε καὶ ἐναργῶς ἀνεδείκνυτο. Νεκροὺς γὰρ ἐκ μνημάτων ὀδωδότας ἤδη καὶ κατεφθαρμένους παλινδρομεῖν ἐκέλευεν εἰς ζωήν· τυφλοῖς τοῖς ἐκ γενετῆς ἐδίδου τὸ βλέπειν· μακρῶν ἀπήλλαττε νοσημάτων· θαλάσσῃ καὶ πνεύ μασιν ἐπιτιμῶν ἐθαυμάζετο, καὶ πολὺς ἂν γένοιτο περὶ τούτων ὁ λόγος, ἕκαστα σαφῶς εἰπεῖν ἑλόμενος. 77.768 Ἀλλὰ δέον ἐπὶ τούτοις ὑπεράγασθαι μὲν αὐτὸν τοὺς ἐξ Ἰσραὴλ, ἀνακραγεῖν δὲ λοιπὸν ἐξ αὐτῶν τῶν θεοσημιῶν ἀναπεπεισμένους· "Ἀληθῶς Θεοῦ Υἱὸς εἶ," κατὰ πολλοὺς ἀτιμάζοντες ἡλίσκοντο τρόπους, καὶ τελευτῶντες ἐσταύρωσαν. Καθίει γὰρ οἰκονομι κῶς ἑαυτὸν εἰς τοῦτο Χριστός· ἵνα καθ' ἡμῶν γεγονὼς ἐν νεκροῖς, καὶ τοῖς ἐν ᾅδου κηρύξας πνεύ μασιν, ἀνεβίω τριήμερος, τὸ ἀμειδὲς καὶ ἀμείλικτον τοῦ θανάτου καταργήσας κράτος, καὶ ἐκ τῆς ῥίζης αὐτῆς ἀναβοθρεύσας τὴν φθορὰν, οὕτω τε λοιπὸν βάσιμον τοῖς ἐπὶ τῆς γῆς καὶ αὐτὸν ἀποφήνῃ τὸν οὐρανόν. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος μετὰ τῶν ἁγίων ἀγγέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὡς οὖν κριθησόμενοι, τὴν πίστιν τηρήσωμεν, συντόμως πολιτευσώμεθα· ζήσωμεν ὀρθῶς, κατακιβδηλεύοντες μὲν τῆς κακίας τοὺς τρόπους· ἐπιτηδεύοντες δὲ πᾶν εἶδος ἀρετῆς, τὴν φιλαλληλίαν, τὴν φιλοπτωχίαν, θεραπεύσωμεν ὀρφα νοὺς, ἐπισκεψώμεθα χήρας, ἐλεήσωμεν τῶν ἐν ἀῤῥω στίαις τὸ δάκρυον· τοὺς ἐν δεσμοῖς ὄντας ἐπισκε ψώμεθα· τὴν τοῦ σώματος ἁγνείαν ἐπιτηδεύσωμεν. Οὕτω γὰρ, οὕτω νηστεύοντες, καθαρῶς τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ δους Πάσχα ἀπὸ μιᾶς καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἐξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος. Ἀμήν.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.