Logos 16 rem mid
Rem mid: Logos 16; lemma continues; spiritual reading with the letter.
Greek
, εἰς νέον αἰῶνα μεταρυθμίζων τὰ καθ' ἡμᾶς. Αἰῶνος δὲ νέου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφὴς ἡ νεομη νία· "Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· καὶ τὰ ἀρ χαῖα παρῆλθε," κατὰ τὰς Γραφάς. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ, καὶ ἐν μιᾷ τοῦ μηνὸς, τουτέστιν, ἐν νεομηνίᾳ τὴν ἁγίαν ἀνίστησι σκηνὴν ὁ θεσπέσιος Μωσῆς. Ἀλλ' ἔξω γράφει τὸ σχῆμα τῆς ὄντως σκηνῆς τῆς ἀληθεστέρας καὶ ἁγίας τὴν ἀνάδειξιν, τουτ 77.757 έστι, τῆς Ἐκκλησίας, ἣν αὐτὸς ἡμῶν ὁ Σωτὴρ δι επήξατο, τῶν ἀρχαίων ἐκείνων παρῳχηκότων και ρῶν, καθ' οὓς ἐκράτει θάνατος, πεπαλαίωκέ τε τοὺς ἐπὶ τῆς γῆς ἡ ἁμαρτία, καὶ ὅλην κατὰ κράτος αἱρή σειν τὴν ὑπ' οὐρανὸν ὁ τῆς ἀνομίας εὑρετὴς ἐπαπει λεῖ λέγων· "Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι." Ἀλλ' ἦσαν ἐκείνῳ κόμπος ἁπλῶς, καὶ ἀλαζονείας ἐγκλήματα τῆς καθ' ἡμῶν πλεονεξίας οἱ λόγοι. Καὶ τῆς ἐλπίδος ἡμαρτηκὼς, διὰ πραγμάτων ἠλέγχετο. Σεσώσμεθα γὰρ ἐν Χριστῷ, καθάπερ ἔφην ἀρτίως, ἀναδεδειγμένης ἡμῖν τῆς ἁγίας σκηνῆς καιροῖς τοῖς καθήκουσι, καθ' οὓς εἰς καινότητα ζωῆς μεταστοι χειώμεθα, τὸν παλαιὸν ῥιπτοῦντες ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἐκδείξειεν ἂν εὖ μάλα καὶ αὐτὸς ὁ τρόπος τῆς κατασκευῆς τῆς ἀρ χαίας ἐκείνης σκηνῆς, τῶν διὰ Χριστοῦ θεσπισμάτων προεισθέοντα χρησίμως τὸν τοῦ νόμου καιρὸν, μεθ' ὃν ἦν ἀκόλουθον, τὸν ἀμείνω λοιπὸν ὁρᾶσθαι καὶ ἁγιώτερον, καὶ τελειοτέραν ἔχοντα πρὸς Θεὸν τὴν οἰ κείωσιν. Οὐκοῦν νομομαθὴς ὢν ὁ Παῦλος καὶ πεπαι δευμένος κατὰ ἀκρίβειαν, ὡς αὐτός πού φησι, τῆς ἀρχαίας σκηνῆς καταγραφέτω τὸ σχῆμα, λέγων ὡδί· "Σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέ γεται Ἁγία. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυ σιαστήριον, καὶ τὴν κιβωτὸν τὴν περικεκαλυμμέ νην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης." Ὁρᾷς ὅτι προτέθειτο τῆς δευτέρας καὶ ἐσωτάτω σκηνῆς ἡ ἐν πρώταις εἰσβο λαῖς, ἐν ᾗ καὶ τὸ ἱερὸν κατείθιστο γένος, τὰς δι' αἱ μάτων ποιεῖσθαι προσαγωγὰς, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. Ἀλλ' ἦν ἡ δευ τέρα τῆς πρώτης ἁγιωτέρα. Τοιγάρτοι καὶ ὠνομά ζετο τὰ Ἅγια τῶν ἁγίων. Τίς οὖν ὁ λόγος τοῦ τῆς δευτέρας προκεῖσθαι τὴν πρώτην, καὶ τῆς ἐσωτάτω προεισβολὴν ὥσπερ τινὰ τετάχθαι τὴν ἐξωτέραν, σαφηνιεῖ πάλιν ὁ σοφώτατος Παῦλος. Ἔφη γὰρ οὕτω· "Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λα τρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημά των· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μή πω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώ της σκηνῆς ἐχούσης στάσιν." Βάσιμος μὲν γὰρ, ἔφην, ἡ πρώτη πολλοῖς· ἀπρόσιτος δὲ ἡ δευτέρα καὶ ἐσωτάτω, τὰ Ἅγια τῶν ἁγίων. Μόνος γὰρ εἰσέθει δι' ἔτους εἰσάπαξ ὁ τῶν ἱερῶν ὡς ταγμά των ἡγούμενος, "οὐ χωρὶς αἵματος," κατὰ τὸ γε γραμμένον. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν "εἰσῆλθεν 77.760 Ἰησοῦ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, οὐ χωρὶς αἴματος," κατὰ τὰς Γραφάς. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐν πρώτῃ σκηνῇ τῶν τὸ τηνικάδε θυόντων ἡ στάσις χρήσιμος ἐπράττετο, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἀνιέντος τοῦ νόμου. "Πεφανέρωτο γὰρ οὔπω, φησὶν, ἡ τῶν ἁγίων ὁδὸς, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν." Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ προειρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ καιροῦ, καθ' ὃν ἂν εἰκότως τελοῖτο τὸ Πάσχα. Ἁρμόσειε δ' ἂν ἄρα τισὶ τὸ ἐσθίειν αὐτὸ, ἢ καὶ ὅπως ἂν τελεῖσθαι πρέποι, φέρε λέγομεν, ἐκ τῶν ἱερῶν ἑλόντες Γραμ μάτων. εʹ. Ἔφη τοίνυν ὁ μέγας ἡμῖν Μωσῆς, τὸ ἐπ' αὐτῷ χρησμῴδημα συντιθεὶς, ὅτι τοῖς τὸν ἱερὸν καὶ ἀβέβη λον καταδηδοκόσιν ἀμνὸν ἄρτοις τε ἀζύμοις καὶ τοῖς τῶν λαχάνων πικροῖς κεχρῆσθαι δεήσει, μετ έχειν καὶ τῶν κρεῶν, ὧδε σχήματος ἔχοντας. "Ἔστωσαν ὑμῶν, φησὶν, αἱ ὀσφύες περιεζωσμέ ναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου." Ἀλλὰ τί μοι βούλεται τῶν δαιτυμόνων τὸ σχῆμα; φαίη τις ἂν ἔσθ' ὅτε, καὶ μάλα εἰκότως. Ἥκιστα μὲν γὰρ καὶ εἰκαιόμυθος ὁ νόμος ἦν· ἕψεται δὲ πάν τως τῶν τεθεσπισμένων ἑκάστῳ τὸ καταθαυμά ζεσθαι δεῖν. Ἢ γὰρ οὐχὶ γελοιότητός τε καὶ ἀμα θίας ἔμπλεον, ὀρθὰ μὲν ἡμᾶς φρονεῖν ᾑρημέ νους, ἀποσπουδάζειν ὡς ἀκαλλὲς τὸ μάταιόν τε καὶ ἀπηχὲς εἰπεῖν, ἤγουν ἑλέσθαι πληροῦν· τὴν δὲ ἀνωτάτω φύσιν, νόμῳ καταρυθμίζουσαν εἰς τὸ εὖ ἔχειν τὰ καθ' ἡμᾶς, τὸ ἀσυντελὲς εἰς ὄνησιν ὡς ἀναγκαῖον ἰδεῖν· καὶ εἰκαίαν τινὰ καὶ ἀσύφη λον παραῤῥῖψαι φωνήν; Ἄπαγε τῆς δυσβουλίας. ∆ιακεισόμεθα γὰρ οὐχ ὧδε ταῦτα ἔχειν. Πολλοῦ γε καὶ δεῖ. Τίς οὖν ὁ λόγος τοῦ χρῆναι λοιπὸν τοὺς ἐσθίοντας τὸν ἀμνὸν, διεζῶσθαι μὲν τὴν ὀσφὺν, ὑποδεδέσθαι δὲ τοὺς πόδας, καὶ ῥάβδον ἑλεῖν; Ἆρα οὐκ ἐναργὴς ὁ τύπος, καὶ μονονουχὶ βοᾷ τῆς οἰκονομίας τὸν τρόπον; Οἱ γὰρ πάναγνον ἀληθῶς ἐπιτελοῦντες πανήγυριν, καὶ κεκλημένοι πρὸς μέθ εξιν τῆς εὐλογίας Χριστοῦ, μάταιον μὲν ἡγήσον ται τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, διαῤῥιπτοῦν τες δέ ποι τὸ βιοῦν ἑλέσθαι σαρκικῶς, τὰ ἄνω φρονοῦσι λοιπὸν, εἰς τὴν ἄνω σπεύδουσι πόλιν, καὶ εἰς ἑτέραν ὥσπερ μεταφοιτῶσι ζωὴν, ἁγιοπρεπῆ δηλονότι καὶ τῆς γηΐνης ἀπηλλαγμένην. Ταύτῃ τοι σαφῶς ὁ νόμος ὁδοιπορικὸν τοῖς ἐσθίουσιν ἀπο νέμει τὸ σχῆμα, ὡς ὅσον οὐδέπω μετοιχησομένοις εἰς τὰ ἀμείνω καὶ ὑπερκείμενα· χρῆναι γὰρ ἔγωγέ φημι, καθάπερ ἔφην ἀρτίως, τῷ τοιῷδε διαπρέπειν σκοπῷ τοὺς καθαρῶς ἑορτάζοντας, καὶ εἰς ἑνότητα 77.761 κεκλημένους τὴν ὡς πρὸς Θεὸν ἐν Χριστῷ. ∆ι' αὐ τοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, "Καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν," κατὰ τὰς Γραφάς. Ὅτι δὲ τὸ νωθρὸν ἐν τούτοις οὐκ ἀζήμιον, καὶ τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίαν οὐκ ἔξω δίκης, παραδείξειεν ἂν ὁ νο μοθέτης, εἰπὼν περὶ τοῦ ἁγίου Πάσχα· "Καὶ φά γεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου." Ὄκνου γὰρ ἀμείνους ὁρᾶσθαι προσήκει, καὶ μέλλη σιν οὐ προσιεμένους, τοὺς θεοφιλῆ καὶ εὐδόκιμον κατορθοῦντας ζωήν. Ἐπιδράττεσθαι δὲ ὥσπερ τῶν καιρῶν, καὶ παριππεύειν οὐκ ἐᾷν τὸν ταῖς φιλερ γίαις πρέποντα χρόνον. Ὅνπερ γὰρ τρόπον, τοῖς μὲν τὴν ἅλα διαπλεῖν ᾑρημένοις, τῶν ἐξ οὐρίας πνευμάτων τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· γηπόνοις γὰρ, καιροῦ καλοῦντος εἰς πόνους, τὸ οἴκοι μένειν ἀνάρμοστον· οὕτως εἶναί φημι τοῖς τῶν ἀρίστων ἐπιμεληταῖς ἀκλεᾶ τὴν μέλλησιν, καὶ τοῦ καταψέγε σθαι δεῖν ἐμποιητικὸν, μᾶλλον δὲ ἁπάσης ζημίας, καὶ τῶν ἐξ ὄκνου καὶ ῥᾳθυμίας ἀδικημάτων ἀναφα νεῖσθαι πρόξενον. Παρείσθω δὴ οὖν ἡ μέλλησις, καὶ διεῤῥίφθω μακρὰν τὰ ἐξ ὄκνου πταίσματα· πρέποιεν γὰρ ἂν κατ' οὐδένα τρόπον τοῖς κεκλημένοις διὰ τῆς πίστεως, εἴς γε τὸ χρῆναι μεταλαχεῖν τῆς εὐλογίας Χριστοῦ. Ἔσθιον δὲ μᾶλλον ἄρτους τε ἀζύμους καὶ πικρίδας ἐπ' αὐτοῖς. Ἔφη γὰρ ὧδε τὸ Γράμ μα τὸ ἱερόν. Καὶ τί τὸ βαθὺ καὶ ἀπόῤῥητον αἴνιγμα τῶν νομικῶν θεσπισμάτων, φέρε λέγωμεν ὡς ἔνι. Ζύμῃ μὲν γὰρ τοὺς τῆς φαυλότητος τρόπους παρει κάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. ∆έχεται δὲ πι κρίδας, ὑποτύπωσιν καὶ παράδειγμα τῶν ἀνιᾷν πε φυκότων, τοῦ διώσεσθαί φημι, τοῦ πειράζεσθαι, καὶ ἱδρῶσιν ἔσθ' ὅτε διὰ Χριστὸν ὁμιλεῖν. Καταπι κραίνει γὰρ ὥσπερ τὰ τοιάδε τὸν νοῦν, καὶ ταῖς ἀφορήτοις δυσθυμίαις καταικίζεται. Οὐκοῦν εἴ τῳ γένοιτο, φησὶ, τὸ ἐν μεθέξει γενέσθαι Χριστοῦ, μὴ ἀνεπιτήδευτον ποιείσθω τὴν ἀρετὴν, ἀποφοιτάτω παντὸς τοῦ καταμιαίνειν εἰδότος, καὶ ὁράσθω τλη παθής. ∆εῖν γὰρ ἔγωγέ φημι τοὺς τὸ ἱερὸν εὖ μάλα διαπεράναντας Πάσχα, τοῖς περὶ τῆς ἀκηράτου Θεό τητος ἐναγλαΐζεσθαι λόγοις· καὶ τὸ χρῆμα ποιεῖσθαι τρυφᾷν. Σώματα μὲν γὰρ ταῖς αὐτοῖς πρεπούσαις ἥδεται τρυφαῖς· νοῦ δ' ἂν γένοιτο τροφὴ θεῖος, οἶμαί που, λ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.