Festal Letters (Paschal Homilies) · §logos17-open

Festal Letters Logos 17 opening

Logos 17.

Paschal Logos 17: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΙΖʹ Προθεωρία. Τὰ συνήθη καὶ νῦν ἀναγνωσόμεθα, καὶ λόγοις ἡμᾶς ἐκκλησιαστικοῖς ἑστιάσομεν, πρόσκλησιν ὥσπερ τινὰ χρῆμα ποιούμενοι τοῦ δεῖν ἑλέσθαι, καὶ ὀρθῇ διαπρέπειν πίστει, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώ μητον ἀγαπῆσαι ζωήν. αʹ. Οἱ τὴν εὐφυᾶ καὶ ἀπόλεκτον, καὶ τοῖς θείοις συμβαίνουσαν νόμοις ἐπησκηκότες ζωὴν, καὶ πρός γε τοῦτο διάττειν οὐκ ἀγενῶς προθυμούμενοι, ὄκνου μὲν ἀμείνους εἶεν ἂν, οἶμαι, παντὸς, ἀεί τε τὸ ἐμπο δὼν ῥιπτοῦντες ὡς ἀπωτάτω, τῶν ἐν χερσὶ σπουδα σμάτων τὸ πέρας τῆς προυργιαιτάτης φροντίδος ἀξιοῦν ἐγνώκασι. Φαίην δ' ἂν ὅτι δεήσει πρὸς τοῦτο καὶ ὡς πλείστης οὔσης τῆς νουθεσίας αὐτοῖς, καὶ τοῦ καταθήγειν εἰδότος εἰς ἀκμαιοτέραν σπουδήν· καθάπερ ἀμέλει καὶ τοῖς παλαίειν εἰωθόσι τῶν νέων, 77.769 τῆς τοῦ παιδοτρίβου φωνῆς, διανιστάντος ἀεὶ πρὸς τὸ τληπαθὲς, καὶ τῆς τοῦ νικᾷν ἐφίεσθαι δόξης μονονουχὶ καὶ ἐπαναγκάζοντος. Ἀφῖγμαι δὴ οὖν εἰς μέσον καὶ αὐτὸς ἐγὼ, τοῖς τῶν ἀγαθῶν αὐχημάτων ἐρασταῖς τῇ τοῦ Ψάλλοντος λύρᾳ συγκεκραγώς· "Ἀνδριζέσθω, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον." Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ θεσπέσιος ∆αβίδ· "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." ∆εῖν δὲ δὴ οἶμαι πρὸς ὑμᾶς τοὺς τῆς παρακλήσεως ποιεῖσθαι λόγους, ὀλίγα πε φροντικότας τοῦ μὴ ἐπαξίως δύνασθαί τι τῶν προ κειμένων εἰπεῖν, ἤγουν διά τοι τὸ τῆς τινων εὐγλωτ τίας ἰέναι κατόπιν, ἐννοηκότας δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὡς πολὺ δή τι τὸ ἄμεινον, οἷς ἄν τις ἔχοι καὶ δύναται τοὺς γνωρίμους ἑστιᾷν, καὶ εἰσοικίζε σθαι τοὺς ἐπιτηδείους, ἢ τὸν ἀπηνῆ καὶ κακόδοξον ἀνθελέσθαι βίον, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ἡτ τῆσθαι φιλοτιμίας. Θαῤῥεῖν δὲ, οἶμαι, καὶ ἑτέρως τὸν ἀγῶνα περίεστιν ἐκεῖνο διεσκεμμένῳ. ∆ιαμε μνήσομαι γὰρ τοῦ πάντων κρατοῦντος Θεοῦ, τῷ παναρίστῳ λέγοντος Μωσεῖ· "Τίς ἔδωκε στόμα ἀν θρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν; βλέ ποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου." Σκιὰ μὲν οὖν καὶ τύποι τὸ ἀρχαῖον ἐκεῖνο χρησμῴδημα, καὶ εἰ λελάχηται δι' ἀγγέλων μεσολαβοῦντος Μωσέως. Ἀμοιρήσει δ' ἂν οὔ τί που τῶν ὑπὲρ αἴσθησιν ἐν νοιῶν, εἰ λεπτοῖς αὐτό τις καταθρήσειεν ὀφθαλμοῖς, καὶ τῶν τοῦ γράμματος κατασκιασμάτων ἀλογεῖν εἰθισμένος, τὸν ἐν βάθει τε καὶ ἐσωτάτῳ κατασκέ πτοιτο νοῦν. Προτέταχε τοίνυν ὁ νόμος καταγε ραίρεσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν κατὰ πολλοὺς μὲν τρόπους· προσετίθει ὅτι καὶ τρυγῶνας αὐτῷ καθιεροῦν ἀναγκαῖον. Καί τοι, μυρίαι δὲ ὅσαι κατὰ τὸν κόσμον αἱ τῶν ὀρνίθων ἀγέλαι, ὧν εἰσιν οἱ μὲν τὴν ἄνω πτῆσιν νόμῳ φύσεως ἐκτετιμηκότες· οἱ δὲ πρὸς τοῦτο καὶ ὑγροί. Μέγεθος δὲ καὶ σχῆμα καὶ κάλλος οὐχ ἓν αὐτοῖς. Γράφει δὲ ἄλλον ἄλλως ἡ φύσις, καὶ ταῖς τοῦ πεποιηκότος τέχναις εἰς εὐανθῆ χρωμάτων ἰδέαν τὸ γένος αὐτοῖς κατευρύνεται. Εἶτα τί δή ποτε, φαίη τις ἂν, παρεὶς ὁ νόμος ἐκεῖνα, καὶ τὰ πάντων ἄριστα παραδραμὼν, μονονουχὶ ταῖς ἀνω τάτω τιμαῖς τὴν τρυγῶνα στεφανοῖ, ποιεῖσθαι προσ τεταχὼς ἱερὸν αὐτὴν τῷ Θεῷ ἀνάθημα; Τί τὸ αἴτη μα, καὶ τί τὸ σοφὸν τοῦ νόμου; Ἀποδέχεται τὸν λόγον, ὡς Λόγου Πατὴρ, ὁ παντὸς ἐπέκεινα νοῦ, φημὶ δὴ Θεός· καὶ τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα ποιεῖται δεκτὰ, καὶ προτίθησι τῶν ἄλλων, καίτοι πολὺ τὸ ἐπίχαρι καταπλουτούντων ἔσθ' ὅτε· διδάσκων ἡμᾶς αἰνιγματωδῶς, ὅτι τῶν ἄλλων ἀμεί νους καὶ ἱερώτατοι καὶ παρ' ἡμῖν αὐτοῖς οἱ λόγου χρείαν πεπιστευμένοι, καὶ νουθετεῖν οἷοί τε τῶν καλλίστων εἰσηγημάτων τοὺς ἐραστάς. Φέρε τοίνυν τὸν ∆εσποτικὸν ἀμπελῶνα τοῖς ἀπὸ τῆς θείας Γρα φῆς κατακηλήσωμεν λόγοις· οὐκ ἀτρανῆ καὶ ἄση 77.772 μον ἁπλῶς ἱέντες ἠχὴν, ἀλλ' ἑορτάζειν ὑμᾶς ἀνα πείθοντες τοῖς καθήκουσι λογισμοῖς, ὡς ἂν εὖ ἔχοι τὸ χρῆμα· δρῷτε ὀρθῶς καὶ ἀνεπιπλήκτως, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. βʹ. Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Λουκᾶς ἐν ἰδίαις συγγραφαῖς· "Ἦλθε δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, ὑπαντήσει ὑμᾶς ἄνθρωπος κεράμιον ὕδατος βαστάζων. Ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθη τῶν μου φάγω; Κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον, ἐκεῖ ἑτοιμάσατε.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.