Festal Letters (Paschal Homilies) · §logos13-rem-mid

Logos 13 rem mid

Rem mid: Logos 13; lemma continues; spiritual reading with the letter.

Greek

ιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμ βάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;" ∆ιειπόντος γε μὴν, ἀπὸ τῶν ἀλλοτρίων συνερανίζεσθαι δεῖν, πάλιν ἔφη Χριστός· "Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντ' ἐμοῦ καὶ σοῦ." Συν 77.701 ίης οὖν ὅπως ὑπὲρ δυοῖν κεφαλαῖν συνετελεῖτο τὸ δίδραχμον. Καὶ τί τὸ μυστήριον, ἢ ποῖον τῆς ἀλη θείας τὸ κάλλος ἐν τῇ κατὰ νόμον σκιᾷ κεκρυμμένον εὑρήσομεν; Ὁ γάρ τοι στατὴρ ὁ ἀληθινὸς, ἡ τοῦ μεγάλου Βασιλέως εἰκὼν, τουτέστιν ὁ Υἱὸς, ὁ χα ρακτὴρ καὶ τὸ ἀπαύγασμα τῆς οὐσίας τοῦ Πατρὸς, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν· καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν οἰκείαν ψυχὴν ἐποιήσατο, οὐχ ἵνα μόνον διασώσῃ τὸν Ἰσραὴλ, καίτοι δοκοῦντα πλου τεῖν τοῦ νόμου τὴν γνῶσιν, ἀλλ' ἵνα καὶ τὴν ἀμέτρη τον τῶν ἐθνῶν ἀγέλην, "ἐλπίδα μὴ ἔχουσαν," ὡς ὁ Παῦλός φησι, καὶ παντὸς ἀγαθοῦ νοσοῦσαν τὴν ἐρη μίαν, τῆς τοῦ διαβόλου πλεονεξίας ἐξέληται. Οὐκοῦν ὑπὲρ δύο κεφαλῶν, ὁ θεῖος καὶ οὐράνιος ἐδόθη στατήρ. "Λελυτρώμεθα γὰρ οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Ὀφειλέται τοίνυν ἐσμὲν τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, ἀλλὰ τῷ λυτρωσαμένῳ καὶ ἐκπριαμένῳ Χριστῷ." Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας τὸ δυσαχθὲς οὐ φέροντας κατηλέει λοιπὸν ὁ φιλοικτίρ μων Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ τῷ τῆς δουλείας ζυγῷ παραλόγως ἐπηχθισμένους, πρὸς ἐλευθερίαν ἐκάλει· πικρὰς μὲν τοῖς ἀντεξάγουσιν ἐπεφίει πλη γάς. Ἐπειδὴ δὲ δυσαλγήτως ἔχοντας ἐθεᾶτο λίαν, τῷ τῶν πρωτοτόκων θανάτῳ κατῃκίζετο· οἱ δὲ πρὸς τὸ λοῖσθον ἀλύοντες τῶν κακῶν, καὶ τῷ μεγέθει τῆς ἀδοκήτου συμφορᾶς εἴκοντες, μόλις ἀπαίρειν τῆς χώρας τοῖς βεβιασμένοις ἐπέταττον. Οὗ γεγονότος καὶ κατωρθωμένου, τὴν ἴσην ὥσπερ ἀντίδοσιν παρὰ τῶν λελυτρωμένων ἐζήτει Θεός. Ἔφη γὰρ οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· "Ἁγίασόν μοι πᾶν πρωτότοκον· πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν." Εἶτα τοῦ νόμου τὴν αἰτίαν τοῖς ἐξ Ἰσραὴλ διεσάφει λέγων ὁ μακάριος Μωσῆς· "Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτὴν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ." Καὶ μεθ' ἕτερα πάλιν· "Ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα, λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς ὁ Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκου ἀνθρώπων ἕως πρωτοτόκου κτηνῶν. ∆ιὰ τοῦτο ἐγὼ θύω τῷ Θεῷ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικὰ, καὶ πᾶν πρωτότοκον υἱῶν μου λυτρώσο μαι." Καταπαίοντι δὲ τῷ Θεῷ τοὺς ἐχθροὺς, καὶ παραδόξως ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἐξέλ κοντι, ἀπονίζοντι δὲ τῶν πάλαι πταισμάτων ἀγα θοῖς καὶ ἡμεροτάτοις νάμασιν, ἑαυτοὺς ὀφείλομεν, ἀγαπητοὶ, ἰσοστάθμοις δωροφορίαις ἀντιτιμῶντες τὸν εὐεργέτην. Φέρε δὴ οὖν, προλαμπούσης ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, καὶ τοῖς ἐξ ἔργων ἀνδραγαθή 77.704 μασι τὸν ἑαυτῶν Σωτῆρα καταγεραίρωμεν, ἐκπρε πὲς ἀνάθημα καὶ θυσίαν ὄντως πνευματικὴν τὸ χρῆμα ποιούμενοι." Γέγραπται γὰρ, ὅτι "Παρα στήσετε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν." δʹ. Οὐκοῦν ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὴν ἀσιτίαν ἐπιτηδεύοντες, καὶ χαλινὸν ὥσπερ τινὰ τὴν νηστείαν ἐπάγοντες, σύνδρομον αὐτῇ τὸν ἐπιεικῆ καὶ νηφάλιον ποιώμεθα τρόπον. Ἐξαρκέσει μὲν γὰρ οὐ δαμῶς εἰς κατόρθωσιν ἀρετῆς μόνη καὶ καθ' ἑαυ τὴν ἡ νηστεία· συγκατεζευγμένης δὲ ὥσπερ καὶ συν ιούσης αὐτῇ τῆς ἐξ ἔργων ἀγαθῶν εὐωδίας, εὐπα ράδεκτος ἔσται τῷ Θεῷ, καὶ παντὸς ἐπαίνου μεστή. Ἀλλ' ἴσως ἐρεῖ τις, τοῖς ἐκ τοῦ συνειδότος ἐλέγχοις καταπτοούμενος· Τί οὖν ὅτι προκατέστιγμαι ταῖς ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχω τῶν πταισμάτων τὸν ῥύπον; τίσιν οὖν ἄρα κεχρήσομαι λόγοις πρὸς τὸν τῶν ὅλων κριτήν; ἢ ποῖος ἡμῶν ἀποσκευάσει τρόπος τὴν ἐπὶ τούτοις ἀράν; ∆υσδιάφυκτος ἡ δίκη· πάντα εἰδὼς γὰρ καὶ ἀπαραλόγιστος ὁ κριτής. Ἀντ ακούσεται δὴ ὁ τοιοῦτος· Τὴν μὲν τοῖς φιλαμαρτήμο σιν ἐπηρτημένην ἀρὰν, καλοῖς, ὦ οὗτος, προανα θρήσας ὄμμασι, καταπέφρικας εἰκότως. Ἀλλά σε τῶν ἐπὶ τούτοις δειμάτων ἀπαλλαττέτω γράφων ὁ Παῦλος· "Ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἐν αἷς ποτε περιεπατήσα μεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθίας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησε τῷ Χρι στῷ." Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, "Οὕτω γὰρ ἠγάπησεν τὸν κόσμον ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Θεὸς γὰρ ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Λόγος, καὶ ἄῤῥητον ἐκ Πατρὸς τὴν γέννησιν, ἰσοσθενής τε καὶ ἰσουργὸς τῷ φύσαντι, εἰκὼν καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, κεκένωκεν ἑαυτὸν, καθεὶς εἰς ἀνθρώπου μέτρον· καὶ φύσιν οὐκ ἀτιμά σας τὴν οὕτω πεπατημένην, ἵνα ἡμᾶς ἁμαρτίας ἐξ έληται· καὶ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἀπαλλάξας, ὡς Θεὸς, θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας. Ταύτης ἕνεκα τῆς αἰτίας γέγονεν ἄνθρωπος ὁ Μο νογενὴς, γέγονεν ὑπὸ νόμου ὁ ὑπὲρ νόμον ὡς Θεός· κεχρημάτικε δοῦλος ὁ καὶ αὐταῖς ἀνωτάτω δυνάμε σιν ἐποχούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων Σερα φὶμ Κύριος Σαβαὼθ ὑμνούμενος. Ἆρ' οὖν ἐπεί περ γέγονεν ἄνθρωπος, ἀγνοήσομεν τὸν ∆εσπότην;

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.