Logos 13 rem early
Rem early: Logos 13; festal historia and call to virtue.
Greek
βοῶντος· "Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπο ρεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασε." Γέγονε δὲ πρὸς τοῦτο καὶ "ὡς πόδες εὐαγ γελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά." Ὠμοτάτων μὲν γὰρ ἔσθ' ὅτε βαρβάρων μυρίανδροι στρατιαὶ, πόλιν ἢ χώραν καταδῃοῦν γλιχόμεναι, πολέμου πρόφασιν ποιοῦνται τὴν ἀπλη στίαν· διαπιπτούσης δὲ τῆς ἐλπίδος αὐτοῖς εἰς τὸ ἐναντίον, καλοὶ λίαν οἱ πόδες τοῦ τὴν εἰρήνην τοῖς κινδυνεύουσιν ἀπαγγέλλοντος. Τοιουτονί τινα τρόπον καὶ τὰ ἐφ' ἡμῖν αὐτοῖς καταθρήσαι τις ἂν κατωρθω 77.697 μένα διὰ Χριστοῦ. Μᾶλλον δὲ καὶ λίαν ἀκονιτὶ συν εῖναι ῥᾷον, ὅτι σωτῆρα καὶ λυτρωτὴν ἀπέστειλεν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατήρ. Τύραννος ἀλαζὼν, οὐκ ἔθνους ἑνὸς, ἀλλ' οὐδὲ πόλεως μιᾶς ἢ χώρας κατεστρατεύετο· ἀλλ' ὃ ἦν ὑφ' ἑαυτῷ ποιεῖσθαι, [τὴν οἰκουμένην] ἀνοσίως ἐπιχειρῶν, τοῖς ἰδίοις ζυ γοῖς ὑπετίθει τὸν ἄνθρωπον· μεθιστὰς μὲν ἀγάπης τῆς εἰς Θεὸν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσο βῶν, πολυτρόποις δὲ μᾶλλον κατασπιλῶν ἁμαρτίαις, καὶ λάτριν ἀποτελῶν ταῖς τῶν δαιμονίων ἀγέλαις, καὶ τῇ κτίσει προσνέμων παρὰ τὸν κτίσαντα Θεόν. Οἱ μὲν γὰρ ἡλίῳ τὸ σέβας, οἱ δὲ σελήνῃ δωρούμε νοι τὴν τῶν ὅλων βασιλίδα φύσιν, τῶν αὐτῇ καὶ μό νῃ πρεπωδεστάτων ἐξέπεμπον γερῶν· ἕτεροι δὲ, γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ προσάγοντες τὴν προσ κύνησιν, εἰς τοῦτο κατὰ βραχὺ κατώλισθον διεληλάκασι τῶν κακῶν, καὶ μέχρι τῶν ἀναισθήτων κατακομίζον τες ξύλων τὴν τῆς θεότητος τιμήν τε καὶ δόξαν. Ταῖς τοιαύταις ἐνσπαταλῶν ὁ δράκων ὁ μιαιφόνος, μεγαλαυχῶν διετέλει, καὶ ἀκατάσειστον ἕξιν ᾠήθη τὴν εὐθυμίαν. Καὶ περὶ αὐτοῦ μὲν ὁ μακάριος προ φήτης Ἱερεμίας ἔφασκεν· "Οὐαὶ ὁ πληθύνων ἑαυ τῷ τὰ οὐκ ὄντα αὐτοῦ (ἕως τίνος;) καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς." Θεοῦ γὰρ ὄντα τὸν ἄνθρω πον, ἑαυτῷ συλλέγειν ἤθελε, δυσαχθεστέραν ἀεὶ τὴν ηὐτρεπισμένην αὐτῷ κατασκευάζων κόλασιν. Ὁ δέ γε σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, ἀθέως ἡμῖν πεπραχόσι καὶ κινδυνεύουσι, τὸν τῆς σωτηρίας καιρὸν προευηγγελίζετο, λέγων· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτω χοῖς ἀπέσταλκέ με· κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν." Ἐπειδὴ δὲ τῆς ἐπηγγελμένης ἐπικουρίας παρῆν ὁ καιρὸς, ἑαυτὸν ἀντέταξεν ὑπὲρ ἡμῶν τοῖς τοῦ διαβόλου κακουργήμασι· καὶ τὸν μιαιφόνον ἐκεῖνον κατεχειροῦτο τύραννον, καὶ τοῖς τῶν πεπι στευκότων ὑποστορέσας ποσὶ, διαῤῥήδην ἔφασκεν· "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ." Ὅσοι τοίνυν τῆς εἰς Θεὸν εὐσεβείας καθεστήκαμεν ἐρασταὶ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος μεταλαχεῖν γλιχόμενοι, τὸ εἰς τὴν ἄνω γενέσθαι διψῶμεν πόλιν, ἐκεῖνο καθ' ἑαυ τοὺς ἐνθυμώμεθα. Βασιλεῖς μὲν γὰρ οἱ ἐπὶ τῆς γῆς ταῖς βαρβαρικαῖς ἐφόδοις ἐπιτιμῶντες ἀεὶ, καὶ τὰς ἐν ἑκάστῃ χώρᾳ διασώζοντες πόλεις, σωτῆρες καὶ λυ τρωταὶ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὀνομαζόμε νοι, πλουσίως καταγεραίρονται. Οἱ δὲ τοῖς ἰδίοις ἐπαυχοῦντες ἀνδραγαθήμασιν, ὑπὸ πόδας μὲν ἰδίους ποιοῦνται τοὺς σεσωσμένους, θεσμοῖς δὲ καὶ νόμοις οἱονεὶ καταζεύξαντες, δασμολογεῖσθαι προστάττου σιν, ὁμολογίαν ὥσπερ τινὰ τοῦ ὑποτετάχθαι δεῖν τὸ χρῆμα ποιούμενοι. Λελυτρωμένοι τοίνυν διὰ Χριστοῦ, καὶ τῆς πολυθέου πλάνης ἐξῃρημένοι, καὶ τὴν πρὸς 77.700 Θεὸν οἰκειότητα δι' αὐτοῦ πλουτήσαντες, καὶ εἰς τὴν τῶν ἁγίων ἐλπίδα μεταχωρήσαντες, αὐτῷ τὴν ἰδίαν ἀναθῶμεν ζωήν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, "Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Τοῦτο καὶ ἐν τοῖς ἀρχαιοτέροις Γράμ μασιν, ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἡμῖν κατεγρά φετο. Σκιὰ γὰρ ὁ νόμος, καὶ τῆς ἀληθείας ὠδίνει τὴν μόρφωσιν. γʹ. Ἔφη τοίνυν καὶ πάλαι Θεὸς πρὸς τὸν ἱερο φάντην Μωσέα· "Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ, ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, καὶ οὐκ ἕσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν· καὶ τοῦτο ἔσται ὃ δώσουσί σοι, ὅσοι ἂν παραπορεύωνται, τὴν ἐπίσκεψιν τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστι κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον. Τὸ δὲ ἥμισυ τοῦ διδράχμου, εἰσφορὰ Κυρίῳ· πᾶς ὁ παρα πορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. Πλουτῶν οὐ προσθήσει· καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου, ἐν τῷ διδόναι τὴν εἰσφο ρὰν Κυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν." Ἔστι μὲν γὰρ ὁ στατὴρ, ἤτοι τὸ δίδραχμον, ἀκίβδη λον νόμισμα, χαρακτὴρ δὲ αὐτῷ βασιλικὸς ἐνσημαί νεται. Προσεκομίζετο δὲ τῷ Κυρίῳ παρὰ τῶν συν τελεῖν εἰωθότων, οὐχ ὑπὲρ μόνης μιᾶς, ἀλλ' ὑπὲρ δυοῖν κεφαλαῖν. Ἐτετάχατο δὲ δασμολόγοι, κατὰ τὸ τῷ νόμῳ δοκοῦν· οἳ καὶ τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω διαθέ[ο]ντες χώραν, ἐν ἴσῳ τῷ μέτρῳ παρά τε πλουσίου καὶ πένητος συνεισφέρεσθαι δεῖν τὸ λύ τρον ἐκέλευον, ἀκριβῆ τὸν τύπον [ἐπὶ] τῆς ἀληθείας ἀναδείξει φυλάττεσθαι θεσμοθετοῦντος Θεοῦ. Καὶ γοῦν εἰς Καπερναοὺμ εἰσεληλακότος ποτὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, οἱ τῶν διδράχμων πρακτῆρες προσῆλ θον τῷ Πέτρῳ λέγοντες· "Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα. Ὁ δὲ ἔφη· Ναί·" οὐχ ὑποτι θεὶς τῷ νόμῳ τὸν ἐλεύθερον, οὐδὲ τοῖς οἰκέταις συν τάττων τὸν Υἱὸν, ἀλλ' εἰδὼς, ὅτι γέγονεν ὑπὸ νόμον ὁ νομοθέτης, ἵνα ἡμᾶς τῆς νομικῆς ἀρᾶς ἐξέληται, καὶ τῆς δουλείας τὸ σχῆμα μεταπλάττων ἐπὶ τὸ ἄμεινον, ἑαυτῷ συμμόρφους ἐργάσηται, καὶ υἱοὺς ἀποφήνῃ Θεοῦ, καθάπερ τινὶ λαμπρῷ περιβαλὼν ἀξιώματι, τῷ τῆς ἐλευθερίας πνεύματι. "Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον," ὡς ὁ θεσπέσιος γράφει Παῦλος, ἀλλ' "ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ, ὁ Πατήρ." Εἰσ πεπαικότα τοίνυν εἰς τὴν οἰκείαν τὸν Πέτρον ἤρετο μὲν ὁ Σωτήρ· "Οἱ βασ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.